|
. |
Translation
by Luke Dysinger,
O.S.B.
(translation in public domain)
Greek text based on: PG
79.1093.42 - 79.1096.21Sources Chrétiennes
N° 591
INTROD.§ 1 2 3 4 5 6 7 8 9 10 11
§12 13 14 15 16 17 18 19 20 21 22 23
§24 25 26 27 28 29 30 31 32 FINAL EXH.
|
|
|
|
PROLOGUE |
PG 79.1093.49 ΚΕΦΑΛ. Αʹ.} |
|
|
|
|
[1] THOSE who inhabit the heavenly country through their efforts are neither distracted by the stomach, nor intent on perishable goods, like those who offer prayers for their own gain, imagining that piety is gain’ (1Tim. 6: 5). Instead, by means of a noetic vision they take part in a nourishing light from the highest realities, like the undefiled company surrounded by the radiance from the light of the glory. |
Οἱ τὸν οὐράνιον χῶρον νεμόμενοι τοῖς πόνοις, οὐ τῇ γαστρὶ, οὐδὲ τῇ μερίμνῃ τῶν φθαρτῶν ἀτενίζουσι· 79.1096 καθάπερ οἱ κέρδους ἕνεκα τὰς εὐχὰς ποιούμενοι νομίζοντες πορισμὸν εἶναι τὴν εὐσέβειαν, ἀλλὰ νοερᾷ ὁράσει τῆς τροφίμου τῶν ὑψηλῶν αὐγῆς μεταλαμβάνουσιν ὥς ἀκήρατοι θίασοι ἐκ τῆς δόξης τὸ φῶς περιλαμπόμενοι. |
And you yourself, Eulogius, initiate of the virtues, nourished by the sacred essence thanks to the brilliance of the highest realities: you oppose the gathering of thoughts that swells the flesh, knowing well that it is fleshly matter that constitutes the food of thoughts. | Καὶ αὐτὸς, ὦ μύστα τῶν ἀρετῶν Εὐλόγιε, τῇ τῶν ὑπερτάτων λαμπηδόνι τὴν ἱερὰν οὐσίαν ἐκτρεφόμενος ταῖς συναγωγαῖς τῶν λογισμῶν τὸν ὄγκον τῆς σαρκὸς ἐπαποδύῃ, εἰδὼς ὅτι ὕλη σαρκὸς, τροφὴ λογισμῶν καθίσταται |
As if having defeated the artifices (of the devil) with the weapon of mortifications, you designate me as interpreter and critic of your works. And if it were not rash to break a commandment of charity, I would refuse to sail on such high seas. But, since we must obey in preference to those to whom we are united by the soul, let us not resist: help me, you, in what concerns God, so that I may be given the words when I open my mouth, (cf. Eph. 6: 19) and I will help you in obeying, so that it may be given to you to reap the fruits of your sowing |
, ὥσπερ τὰς μεθοδείας τῷ κέντρῳ τῶν πόνων κατειληφὼς, ἐμὲ προχειρίζῃ στόμα σῶν ἔργων κατ' αὐτῶν γενέσθαι, καὶ εἰ μὴ τολμηρὸν ἀγάπης ἐπίταγμα διαῤῥῆξαι, παρητησάμην ἂν τὴν τοιαύτην τοῦ πλοὸς ποντοπορίαν· ἐπειδὴ δὲ πείθεσθαι δεῖ μᾶλλον τοῖς ὁμοψύχοις, οὐκ ἀντιτάσσεσθαι· ἔσο μοι σὺ τὰ πρὸς τὸν Θεὸν, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου, κἀγώ σοι ἔσομαι τὰ τῆς ὑπακοῆς, ἵνα δοθῇ σοι τοῦ σπόρου τοὺς καρποὺς ἀμήσασθαι. |
|
|
PART
ONE |
|
|
|
|
|
|
|
|
|
CHAPTER
1 |
PG 79.1096.21 - 79.1097.9 ΚΕΦΑΛ. Βʹ. |
|
|
|
|
1.[2] The first of the luminous contests is exile, especially when one leaves home alone, stripped of homeland, family, and goods like an athlete. | Πρώτη τῶν λαμπρῶν ἀγωνισμάτων ἐστὶ ξενιτεία, μάλιστα ὅταν πρὸς ταύτην, καὶ μόνος ἐκδημοίης, πατρίδα, γένος, ὕπαρξιν ἀθλητικῶς ἀποδυόμενος. |
. |
ἔμπροσθεν τῶν λαμπρῶν ἑστηκὼς ἀγώνων· ἂν οὕτως ἄρξῃ κατὰ Θεὸν εἰς ἀρχῆς ὁδὸν βαδίζων πίστει διαπύρῳ, καὶ Πνεύματι θεϊκῷ, καὶ τῷ τέλει τῆς ὑπομονῆς σώαν ταύτην ἀποσώζων, πτέρυξιν ἀρετῆς ἔσται περικεχρυσωμένη ψυχὴ τῶν οἰκείων τόπων ἀφισταμένη, καὶ πρὸς αὐτὸν πτῆναι τὸν οὐρανὸν ἐπειγομένη. |
Ἀλλὰ τῆσδε τὰ πτερὰ τῆς πολιτείας ὁ τῆς κακίας γεννητὴς μηχανᾶται περικόψαι, γῆς, ἀφ' ἧς ἐξελήλυθε τὸ γένος ἐσοπτρίζων, ἐν ταῖς κατ' ἀῤῥωστίαν μάλιστα ἐπισυμβαινούσαις εἰσβολαῖς· | |
καὶ ἐν μὲν τῇ ἐνδημίᾳ τῆς θερμοτάτης ἐκδημίας ὑπαναχαιτίζει πρὸς ὀλίγον ἕως τὴν ψυχὴν περὶ τὰς θλίψεις καταμάθοι ναυτιῶσαν καὶ τότε τὴν τῶν λογισμῶν νύκτα ἐπιφερόμενος | |
ὁ νυκτικόραξ ἐπισκοτεῖ τῇ ψυχῇ τῆς τῶν κρειττόνων ἀκτῖνος. | |
|
Εἰ δὲ κατὰ μόνας παρατάττοιτο ἐν τῇ τῆς ἐρημίας παλαίστρᾳ, καὶ τύχῃ τὸ σῶμα ὑπὸ ἀῤῥωστίας τρωθῆναι τοσούτῳ μᾶλλον χαλεπὴν ἐπιδείκνυσι τῇ ψυχῇ τὴν ξενιτείαν. οὐκ ἐν τόπῳ, ἀλλ' ἐν τρόπῳ κατορθοῦσθαι τὰ τῶν ἀρετῶν ὑποβάλλων, καὶ ὅτι παράκλησιν ἔχων οἴκοι τὴν ἀπὸ γένους, ἐκεῖσε τὰ τῆς ἀποτάξεως ἆθλα ἀκόπως εἶχε διασώζειν· ἔνθα καὶ τῆς ἀσθενείας προσηνὴς ὑπηρεσία, καὶ οὐχ ὡς νῦν κακουχία, καὶ ἐπώδυνος λειποθυμία· ἐν τῷ καὶ μάλιστα ἐκ τῆς ἀδελφότητος σπανίσαι τὴν τῆς φιλοξενίας σπουδήν· διὸ καὶ μάλιστα, |
Ἄπιθι, φησὶ, χαρὰν τῷ σῷ γένει, καὶ δόξαν σαυτὸν ἀποκομίζων, οἷς καὶ τὸ πένθος ἀφόρητον καταλέλοιπας ἀσυμπαθῶς· οἱ πολλοὶ γὰρ, καὶ πατρίδα μὴ φυγόντες, ἐκ μέσου τοῦ γένους εἵλοντο τὴν ἀρετήν. | |
|
. Ἀλλ' ὁ τὴν πορφύραν τῶν θλίψεων ἐν τῇ παρατάξει τῆς ξενιτείας περιβεβλημένος, καὶ τῶν κόπων τὰς ἐλπίδας περιεστεμμένος πίστει, ὑπομονῇ 79.1097 τῆς εὐχαριστίας τῶνδε τῶν λογισμῶν τὰς νιφάδας ἐκ τῶν ἐκτὸς ἐκτινάσσει, καὶ ὅσῳπερ ὑποστρέφειν τὴν καρδίαν διορύττουσι, τοσοῦτον ἔτι μᾶλλον καταψάλλωμεν αὐτῶν· "6̓Ιδοὺ ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ·"6 καὶ γὰρ ὀνειδίζοντες θλίβουσι, καὶ τραπῆναι κολακεύουσιν, ἵνα τῆς προθέσεως κενώσαντες, καὶ τῆς ἐν τῇ ὑπομονῇ εὐχαριστίας διακόψωσιν, καὶ οὕτω λοιπὸν τὰς πάγας μετὰ πολλῆς ἀδείας, καὶ ἐκ τῶν προσηκόντων εὐρύνωσι. |
|
|
|
|
|
PG 79.1097.13 - 79.1097.44. ΚΕΦΑΛ. Γʹ. |
|
|
|
|
2.[3]. For this reason the one beginning to lay hold of such virtue should calculate the combat declared against it, so that, surprised and untrained, he does not bite the dust as one unprepared. |
Διὰ τοῦτο ὁ ἀρχόμενος ἀρετῆς ἐφάπτεσθαι, ψηφιζέτω καὶ τὸν κατ' αὐτῆς ἐπιόντα πόλεμον, ἵνα μὴ ἀγύμναστος ὀφθεὶς ὡς ἀνέτοιμος κατασπασθῇ. |
|
Ἐπαινετὴ μὲν γὰρ τῆς ἀρετῆς ἡ ἀνδρεία καὶ εἰρήνης οὔσης, ὑπερεπαινετὴ δὲ ἡ ταύτης ἀνδραγαθία, καὶ πολέμου ἐπιστάντος· |
|
τοῦτο γὰρ ἡ ἀρετὴ, οὐ δι' ὧν ἐργάζεται μόνον, ἀλλὰ καὶ δι' ὧν πολεμεῖται δεινῶν,ἀπαθὴς ὁ διὰ πλείστων πολέμων τὸ πάσχειν νικήσας, ἐμπαθὴς δὲ ὁ ἀρετὴν λέγων ἀπολέμητον κεκτῆσθαι· κατὰ τὴν παράταξιν γὰρ τῆς ἐναρέτου τῶν πόνων στρατηγίας, ἀντιπαρατάττεται καὶ ἡ τῶν ἐναντίων κακία· ἀφῄρηται τὸ εἶναι ἐν ἀρετῇ καρδία πόλεμον οὐκ ἔχουσα. Ἀρετὴ γὰρ ἐκ τῶν ἀριστείων πρακτικὸν ὄνομα κέκληται. |
|
Ἀρετὴ τὰς παρ' ἀνθρώπων εὐφημίας οὐ ζητεῖ, οὐ γὰρ τέρπεται τιμῇ, τῇ μητρὶ τῶν κακῶν. Ἀρχὴ γοῦν τιμῆς ἀνθρωπαρέσκεια, τὸ δὲ τέλος ταύτης, ὑπερηφανία. Ὁ γὰρ τιμὰς ἀπαιτῶν, ὑψοῖ ἑαυτὸν, καὶ ἐξουδένωσιν φέρειν ὁ τοιοῦτος οὐκ οἶδε· |
|
|
|
|
CHAPTER 3 |
|
|
|
|
|
τιμῆς ὄρεξις φαντασία, ὁ γὰρ αὐτῆς ἐρῶν καὶ κλῆρον φαντάζεται. Ἔστω σοι τιμὴ ὁ πόνος τῶν ἀρετῶν, καὶ ἀτιμία ὁ κατὰ θέλησιν ἔπαινος, | |
δόξαν ἀπὸ σαρκὸς μὴ ζήτει ὁ τὰ σαρκὸς πάθη καταλύων, τὸ δὲ κρεῖττον ἐπιζήτει, καὶ ἔσται σοι δόξα, | |
|
ὁ τιμᾶσθαι θέλων τῷ παρευδοκιμοῦντι φθονεῖ. Καὶ τούτῳ τὸ μῖσος τῷ ζήλῳ σωρεύει ὁ ταῖς ἄγαν τιμαῖς ἡττηθεὶς, ἑαυτοῦ προτιμᾶσθαι οὐδένα θέλει, ἁρπάζει δὲ τὰ πρωτεῖα, μήπως ἥττων φανῇ, οὐ βαστάζει ἀπόντα τὸν εὐδοκιμοῦντα τιμᾷν, ἀλλὰ καὶ ἐν τοῖς αὐτοῦ πόνοις κομωδεῖ τὴν χαμαίζηλον δόξαν, ἡ ὕβρις τῷ φιλοδόξῳ ὀξυτάτη σφαγὴ, καὶ μῆνιν ἐκ ταύτης οὐ πάντως ἐκφεύγει. |
[4] |
PG 79.1097.49 - 79.1100.31 ΚΕΦΑΛ. Δʹ. |
|
Ὁ τοιοῦτος, βαρβάρῳ δεσποίνῃ δουλεύει καὶ πολλοῖς δεσπόταις μετεπράθη, ἐπάρσει, καὶ φθόνῳ, καὶ ζήλῳ καὶ ταῖς προῤῥηθείσαις τῶν πνευμάτων λογάσιν, ὁ δὲ τῆς τιμῆς τὸ πνεῦμα ταπεινώσει ῥάσσων, τὸν λεγεῶνα τῶν δαιμόνων ὅλον καθαιρήσει, ὁ τῇ ταπεινώσει δοῦλον ἑαυτὸν πᾶσι παρέχων, ἀφωμοιωμένος ἔσται τῷ ταπεινώσαντι ἑαυτὸν, καὶ μορφὴν 79.1100 δούλου λαβόντι. |
|
Ἐὰν μετρῇς τῷ ἐλαχίστῳ μέτρῳ σεαυτὸν, οὐκ ἀντιμετρήσῃς σεαυτὸν ἑταίρῳ, καὶ ὁ τῆς ψυχῆς τὴν ἀσθένειαν θρήνοις ἐκκαλύπτων, οὐ μέγα ἐπὶ τοῖς ἐφ' ἑαυτοῦ πονουμένοις φρονήσει. |
|
|
|
|
CHAPTER 4 |
|
|
|
|
|
4. The demons cause shabbiness and outrage[s] on those who are humble, so as to make them run away from humility, unable to endure the contempt; but the person who through humility bears disgrace nobly is all the more born up by them towards the height of philosophy. | Οἱ δαίμονες εὐτέλειαν, καὶ ὕβριν τοῖς ταπεινοφρονοῦσιν ἐπάγουσιν, ἵνα τὴν ἐξουδένωσιν οὐ φέροντες, τὴν ταπεινοφροσύνην φύγωσιν, ὁ δὲ διὰ ταπεινώσεως τὰς ἀτιμίας γενναίως φέρων εἰς φιλοσοφίας ὕψος δι' ἐκείνων μᾶλλον ἀνωθεῖται. |
When David was outraged he did not contradict, rather he kept back Abishai’s decision (2 Sam. 16:5 -14). And you, when you are outraged, do not abuse in turn; but instead appease the one who decides against on you. |
Ὁ Δαβὶδ ὑβριζόμενος οὐκ ἀντέλεγεν, ἀλλὰ καὶ τὴν Ἀβεσσᾶ ἐκδικίαν κατέστελλε. Καὶ σὺ ὑβριζόμενος μὴ ἀνθύβριζε, ἀλλὰ καὶ τὸν ἐκδικοῦντά σε ὀρθῶς καταπράϋνε· |
Bear the insult as your means of progress, and with your lips block the irascibility of the beast. [Cf KG 1.53] |
ὕβριν φέρε, τὴν σὴν προκοπὴν, καὶ χείλεσι σύγκλειε τοῦ θυμοῦ τὴν θύραν·
|
Make no reply whatever to those who threaten, so that your silence may stifle the burning lips. |
ἀποκριθήσῃ τοῖς ἀπειλοῦσιν οὐδ' ὅλως, ἵνα τῇ σιγῇ κοιμίσῃς τὰ καπνίζοντα χείλη, ἀπειλοῦντας τότε καὶ ὑβριστὰς ὀδυνήσεις ὅταν χαλινοὺς σαῖς σιαγόσι ἐπιθήσῃς. Σὺ μὲν γὰρ σιγῶν, οὐ βρωθήσῃ τῇ ὕβρει, ὁ δὲ πολὺ μᾶλλον δάκνεται ὑπὸ τῆς σῆς σιωπῆς, ἐπὰν ὑβριστοῦ θάρσος μακροθύμως ὑπενέγκῃς· |
|
τὸν τῶν ἀνθρώπων ἔπαινον ἐκ τῶν ἐντὸς ἀποσείου, ἵνα τὸν φιλενδείκτην λογισμὸν πρὸ αὐτοῦ ἐκτινάξῃς. Ἐπιτήρει δὲ καὶ τὸ αὐτάρεσκον μάλιστα καθ' ἡσυχίαν, μή ποτέ σε μεγαλύναν ὑπὲρ τὸν θρασυθέντα ἐξουδενώσῃς ἐκεῖνον. |
|
Τὶς τῶν ἀδελφῶν ὕβρισται παρὰ εὐλαβοῦς, καὶ ἀδικίαν ὑπομείνας ἀπῄει χαρᾷ τε μεριζόμενος, καὶ λύπῃ, τὸ μὲν ὅτι ἀδικούμενος ὑβρίσθη καὶ οὐκ ἀντεταράχθη, τὸ δὲ ὅτι ὁ εὐλαβὴς ἠπατήθη καὶ ἀπατήσας ἐχάρη. Νόει δέ μοι καὶ τὸν ἀπατεῶνα τὰ δύο πεπονθέναι ἐφ' ᾧ μὲν ἐτάραξε πάντως χαρέντα, ἐφ' ᾧ οὐκ ἀντεταράχθη, μᾶλλον λυπηθέντα. |
[5] |
PG 79.1100.35 - 79.1101.5ΚΕΦΑΛ. Εʹ. |
|
Ὅταν ἴδωσιν ἡμᾶς οἱ δαίμονες εἰς τὸ αὐτὸ ξέσμα τῶν ὕβρεων μὴ ἐξαφθέντας, τότε καθ' ἡσυχίαν ἐπιστάντες, ἀναμοχλεύουσι τὸ ἡγεμονικὸν, ἵνα οἷς παροῦσιν εἰρηνεύσαμεν, τούτοις ἀπιοῦσι διαθρασυνώμεθα. Ἐπὰν οὖν ἀντιλογίαν, ἢ ὕβριν πρὸς τὸν ἀδελφὸν ἐκτελέσῃς, σεαυτὸν λογίζου σφαλέντα, ἵνα μὴ ἡσυχάζων μάχην λογισμῶν ἐν τῇ καρδίᾳ σου εὕρης, τοῦ μὲν ἐπονειδίζοντος τῶν ὕβρεων τὸν τρόπον, τοῦ δὲ ἀντονειδίζοντος ὡς τὰ δεινὰ καὶ σοῦ μὴ ἀνθυβρίσαντος. |
|
Ὁπόταν παροξυσμὸς ἐκπικράνῃ τοὺς ἐν κοινοβίῳ ἀδελφοὺς, τότε οἱ λογισμοὶ τὸν μόνον μακαρίζειν εἰσβάλλουσιν, ἵνα τῆς μακροθυμίας κενώσαντες, καὶ τῆς ἀγάπης ἀφορίσωσιν. Ὁ δὲ μακροθυμίᾳ τὴν ὀργὴν, καὶ ἀγάπῃ τὴν λύπην ἀνατρέπων, πονηροὺς δύο θῆρας διτταῖς ἀνδραγαθίαις ἀνατρέπει θυμομαχοῦντας· ὁ παρακαλῶν, καὶ γονυπετῶν, ἵνα τὴν ὀργὴν ἀπελάσῃ, τὸν παροξύναντα, τοὺς ἀμφοτέρους ἐξ αὐτοῦ ἀπελαύνει, ὅτι τὸ πνεῦμα τῆς ὀργῆς ἐκπολεμεῖ ὁ τοὺς ὀργιζομένους εἰρηνεύων· μηνιάσει δὲ τούτῳ ὀργὴν ὁμογενῶν ἐπ' αὐτῷ ἐκθρασύνων, ὅτι τὴν τῶν πλησίον εἰς ἑαυτὸν ἐδέξατο τὴν μάχην,
|
|
|
|
|
CHAPTER 5 |
ΠΓ 79.1121.23 - 79.1124.7 ΚΕΦΑΛ. ΚΒʹ. |
|
|
|
|
79.1101 Ὁ τὸν θρασυκάρδιον βαστάζων ἕνεκεν εἰρήνης, οὗτος ἐκβιάζεται γενέσθαι τῆς εἰρήνης υἱός· ἀλλ' οὐκ ἐπ' ἀνθρώπων μόνον ζητητέος ὁ τῆς εἰρήνης σύνδεσμος, ἀλλὰ καὶ ἐν τῷ σώματί σου, καὶ ἐν τῷ πνεύματί σου, καὶ ἐν τῇ ψυχῇ. | |
[6] |
KEFAL. ϛʹ. |
|
Οταν γὰρ τῆς σῆς ταύτης τριάδος τὸν σύνδεσμον ἑνώσῃς τῇ εἰρήνῃ, τότε ὡς τῆς θείας Τριάδος ἐντολῇ ἑνωθεὶς ἀκούεις· "6Μακάριοι οἱ εἰρηνοποιοὶ, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται."6 Καὶ γὰρ ἂν τὴν ἀντεπίθυμον τοῦ πνεύματος σάρκα εἰρηνεύσης τοῖς πόνοις, κλέος ἕξεις τῶν μακαρισμῶν ἐπέκεινα αἰῶνος, νικήσας πόλεμον τὸν ἐν τῷ σώματί σου τὸν ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός σου, καὶ αἰχμαλωτίζοντά σε τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ἐν τοῖς μέλεσί σου. Μέγας ὁ τῆς εἰρήνης σύνδεσμος ἐν ᾧπερ ἥνωται καὶ ἡ χαρὰ φωτίζουσα τὸ ὄμμα τῆς διανοίας εἰς τὴν τῶν κρειττόνων θεωρίαν, |
|
εἴπερ οὖν ἐπικτησώμεθα τὴν εἰρηνικὴν ἐν τοῖς πόνοις χαρὰν, τὰ ἐπιόντα χαλεπὰ εὐχαρίστως δι' αὐτῆς ἀποκρουσόμεθα, καὶ τὸν τῆς λύπης δαίμονα μυκώμενον οὐκ εἰσδεξόμεθα, ὅστις, ἀκρωτηριάζων ἐν ταῖς θλίψεσι μάλιστα, τῇ ψυχῇ ἐφάλλεται, καὶ τῷ πνεύματι τῆς ἀκηδίας χώραν ἑτοιμάζεται ὅπως τὴν ψυχὴν σκοτίσωσι, καὶ ἅμα τοὺς πόνους ἀναλέξωσιν. |
|
Ἔστω τοίνυν νόμος ἡμῶν τῆς καρδίας ἔγγραφος ἡ τῆς εἰρήνης χαρὰ, καὶ τὴν λύπην καταποντίζουσα καὶ τὸ μῖσος ἀπελαύνουσα, καὶ τὴν μῆνιν ἀφανίζουσα, καὶ τὴν ἀκηδίαν καταλύουσα, καὶ τὴν λύπην ἀμείβουσα. Ἐν γὰρ τῇ εἰρηνικῇ μακροθυμίᾳ ἐμφωλεύουσα, καὶ τῇ εὐχαριστίᾳ, καὶ τῇ ὑπομονῇ ἐλλιμνάζουσα, πέλαγός ἐστιν ἀρετῶν τὴν ἀντιπαράταξιν τοῦ διαβόλου τῷ σταυρῷ καταποντίζουσα. |
|
|
|
|
CHAPTER 6 |
|
|
|
|
|
|
Νόει δέ μοι τὴν ἐναντίαν χαρὰν τεταραγμένην ἐφίστασθαι, μή πως ἄλλην ἀντ' ἄλλης σκιασθεὶς ἀπατηθῇς κατέχειν. Συσχηματίζονται γὰρ καὶ τοῖς πνευματικοῖς χαρίσμασιν οἱ δαίμονες ἵνα τῷ παρασκιάσματι τὸν νοῦν ἀποπλανήσαντες. |
|
τῶν φρενῶν ἀποστήσωσιν· ἐφίσταται γὰρ χαρὰ πνευματικὴ καρδίᾳ οὐδενὸς προκειμένου, ὅτι τὸν ἡγεμόνα τῆς κατὰ Θεὸν λύπης μετέωρον εὐρίσκει, ἔπειτα δὲ, καὶ τῷ Πνεύματι τῆς λύπης τὴν ψυχὴν παραδίδωσιν, ὅτι τῆς πνευματικῆς αὐτὴν χαρᾶς αἰχμάλωτον ἐποίησε. |
[Sinc 7] |
Φημὶ δὲ καὶ τοῦτο, ὡς ὑπηγόρευσέ τινι τῶν ἀδελφῶν ἡ πεῖρα τῶν ζητουμένων, ὅτι ἀντὶ μὲν τοῦ χαίρειν ἐν Κυρίῳ, χαρὰν οἰκείαν ὁ ἀλάστωρ ἀντεισάγει. Ἀντὶ δὲ τῆς κατὰ Θεὸν λύπης, τὴν ἐναντίαν τῷ νῷ παραπειράζει, ἵνα ταῖς ἀντιστρόφοις μεταβολαῖς τῆς τῶν κρειττόνων ἀκτῖνος μερίμναις τὴν ψυχὴν ἀμαυρώσῃ. |
|
Διτταὶ τῆς κακίας αἱ λύπαι τυγχάνουσιν ἐν ἑκάστῃ ἐργασίᾳ ἐπιζευγμέναι, καὶ ἡ μὲν ἐφίσταται καρδίᾳ λυπηρᾶς αἰτίας οὐ βλεπομένης, ἡ δὲ τίκτεται ἐξ ἀλλοκότων αἰτιῶν ὠθουμένη, ἡ κατὰ Θεὸν 79.1104 λύπη τοῖς δάκρυσι τὴν ψυχὴν ἀνακαλεῖται, τὴν ἀπεναντίας χαράν τε καὶ λύπην μὴ παραδεχομένη, τὸν δὲ ἐπιόντα θάνατον μεριμνᾷ, καὶ κρίσιν· καὶ τοῦτο κατ' ὀλίγον κέχηνε προσδεχομένη. |
|
̓Επιθυμίαι ἀποτυχοῦσαι φυτεύουσι λύπας· εὐχαὶ δὲ, καὶ εὐχαριστίαι μαραίνουσι ταύτας· μεταξὺ ὀργιζομένων μέση λύπη δονεῖται. Ὁ οὖν πρῶτος ἐκνήψας, ἐὰν τοῦ πάθους ἀναστῇ, καὶ τῷ ἑτέρῳ δώσῃ χεῖρα, ἀπολογίᾳ, τὴν πικρὰν λύπην ἀπελαύνει. |
|
Λύπη, ψυχῆς νόσος καὶ σαρκὸς τυγχάνει, καὶ τὴν μὲν αἰχμαλώτιδα αἵρει, τὴν δὲ ἐπὶ τόπῳ μαραίνει. Ἐξ ἐναντίων λύπη γεννᾶται, ἐκ δὲ λύπης μῆνις, τίκτεται δὲ ἐκ τούτων φρενῖτις, λοιδορία· |
|
λύπην καὶ μῆνιν εἰ θέλεις συμπατῆσαι, τὴν μακροθυμίαν τῆς ἀγάπης ἐναγκαλίζου, καὶ τὴν χαρὰν τῆς ἀκακίας περιβάλλου, ἡ σὴ χαρὰ ἑτέρῳ λύπη μὴ ἔστω· ἐπ' ἀδικίᾳ ὁ χαίρων ἐν εὐδοκίᾳ θρηνήσει, καὶ ὁ ὑποφέρων λύπας πάσχων ἀδίκως, λαμπρῶς ἀγαλλιάσεται· τὰ γὰρ μέλλοντα τοῖς παροῦσιν ἐναντία. |
|
|
|
|
CHAPTER
7 [7] |
ΚΕΦΑΛ. Η´. [1104B] |
|
|
|
|
Be even more thankful in afflictions, for through them you will perceive the grace of assistance even more clearly. This is how, by ridding yourself of the tribulations that assail you through thanksgiving, you will not darken the brilliant beauty of endurance. |
Ἐν ταῖς θλίψεσιν εὐχάριστος ἔσο μάλιστα, ὅτι δι' αὐτῶν τῃς ἀντιλήψεως τὴν χάριν σαφέστερον αἰσθάνῃ. Οὕτω γὰρ τὰς ἐπιούσας θλίψεις εὐχαρίστως ἐκτινάσσων οὐκ ἀμαυρώσεις τῆς καρτερίας το λαμπρότατον κάλλος, |
When the demon strikes his whip against your flesh, you will find [in him] a patron paying you a very high salary, as long as you consider your wound to be an occasion of thanksgiving. | ἐπάν σοι μάστιγα κατὰ σαρκὸς δαίμων καταῤῥάξῃ, μεγίστου σοι μισθοῦ πρόξενος εὑρέθη, ἐὰν ὑπόθεσιν εὐχαριστίας τὴν πληγὴν καταδέξῃ. |
This is how you will make the demon himself flee from you. | [1104C] Οὕτω γὰρ καὶ ἑαὐτὸν ἐκ σοῦ φυγαδεύσεις. |
But so that this reward may rain on you more abundantly because of your perseverance, let perseverance direct the whole army of your valiant mortifications, | Ἵνα δὲ πλεῖον ὁ μισθός σου διὰ τῆς ὑπομονῆς ἐπομβρήσῃ, διόλων τῶν ἀνδρείων πόνων ἡ ὑπομονή σου στρατηγείτω, |
because through every vice, it is always acedia that directs operations against you and who, reviewing all your mortifications, puts you to the test. | ὅτι διὰ πάσης κακίας, καὶ ἡ ἀκηδία ἀντιστρατηγεῖ σοι, καὶ κατασκοποῦσά σου τοὺς πόνους ἅπαντας πειράζει, |
But whoever is not found firmly affixed to perseverance, on him acedia presses down with all her weight and makes him bend. | ὃν δὲ μὴ εὕρῃ τῇ ὑπομονῇ ἐνηλωμένον, τοῦτον καταβαρύνει ὑφ' ἑαυτὴν,καὶ κατακάμπτει, |
But if the demon of acedia relents before the perseverance of your ascetic labours, the wild beast of presumption will then bite into your success. So then, if concerned for your safety you expel this [demon], you will also expel along with it the spirit of vainglory. |
ἐὰν δὲ δαίμων τῆς ἀκηδίας πρὸς τὴν ὑπομονὴν τῶν πόνων ἀτονήσῃ, ἀπονοίας πάλιν ὁ θὴρ τὸ κατόρθωμα δάκνει· εἰ οὖν συνέσει τῆς ἀσφαλείας τοῦτο ἐλάσει, καὶ κενόδοξον πνεῦμα ἐν αὐτῷ ἐλάσεις. [1104C-D] |
Acedia during Psalmody, Prayer, and Reading |
|
When the spirit of acedia assails you at the time of the synaxis it suggests to the soul that psalmody is burdensome, and it induces hesitation as antagonist to eagerness, so that by a quick touch the flesh is given over to memory, as if exhausted for some reason |
Ἐν καιρῷ συνάξεως ἐπάν σοι τὸ τῆς ἀκηδίας ἐπιπέσῃ πνεῦμα, ὡς φορτικὴν ἐπιψηφίζει τῇ ψυχῇ τὴν ψαλμῳδίαν, καὶ τὸν ὄκνον ὡς ἀντίπαλον τῇ σπουδῇ παραβάλλει, [1104D] ἵνα ψαύσας τῷ τάχει τὴν σάρκα ἀνακλίνῃ τῇ μνήμῃ, ὡς κοπωθεῖσαν δῆθεν ἔκ τινος αἰτίας. |
Therefore when we have kept watch by night, we should not give the synaxis [liturgical gathering] over to acedia, lest the demons come to gather [synaxosi] the weeds of the [tempting-]thoughts and sow them at once in the heart (cf. Mt 13.25). |
Ἐπὰν οὖν ἐγρηγορότες ὦμεν νυκτὸς μὴ τὴν σύναξιν τῇ ἀκηδίᾳ ἀνακλίνωμεν, ἵνα μὴ οἱ δαίμονες ἐπιστάντες τὰ ζιζάνια τῶν λογισμῶν συνάξωσι, καὶ ἅμα τῇ καρδίᾳ κατασπείρωσιν· |
For when we destroy the assembly for hymns, we assemble the meeting of [tempting-]thoughts. | ὅταν γὰρ τὴν σύνοδον τῶν ὕμνων ἀπολέσωμεν, τότε τὸν σύλλογον τῶν λογισμῶν, ἐπισυνάγομεν· |
Therefore, awakening before the synaxis we should exercise luminous thoughts in the heart beforehand, so that we may be properly oriented and stand for the psalmody with a vigilant mind. [cf. Cas.Conf 10.14.2] | πρὸ συνάξεως διυπνισθέντες, λογισμοὺς φωτὸς ἐν τῇ καρδίᾳ προγυμνάζωμεν, ἵνα εὐτρεπισθέντες ἔχωμεν, γρηγορούσῃ διανοίᾳ, τῇ ψαλμωδίᾳ παρίστασθαι. [1105A] ΚΕΦ. Θʹ |
[9] Sometimes the psalm should be read soberly, but at other times meditated by chanting the psalmody in the tested way. | Πὴ μὲν ῥοίζῳ τὸν ψαλμὸν ἐν τῇ νήψει λεκτέον, πὴ δὲ αδολεσχεῖν ἐν τῇ ψαλμῳδία δοκιμαστέον· |
According to the deceits of the enemy it is proper for us, too, to transfigure ourselves (cf 2Cor 11.4) for at times when acedia envelops the soul they suggest that we let let go of speech, while at other times when self-satisfaction hinders the soul they encourage us to melodious reading. |
κατὰ γὰρ τὴν ἔνεδραν τοῦ ἐναντίου ἀνάγκη καὶ ἡμᾶς μεταμορφοῦσθαι, διότι ποτὲ μὲν ἐλαύνειν τὴν γλῶτταν ὑποτίθενται, τῆς ἀκηδίας τὴν ψυχὴν περιεχούσης, ποτὲ μελῳδεῖσθαι τὰς λέξεις ἐρεθίζουσι, τῆς αὐταπεσκείας τῇ ψυχῇ παρεμποδιζούσης. |
When one arises for prayer the demon of acedia injects lethargy, but then when we pray or chant it disturbs us by pressing us to go faster: thus our souls are clouded and lack vigor for contemplation, especially when we arise in company with our enslaving [tempting-]thoughts and stand to make supplication together with them.KG 4.47] | [cf
Ο τῆς ἀκηδίας δαίμων ἐν μὲν τῷ ἀνίστασθαι εἰς 2 προσευχὴν, ὄκνον ἐμποιεῖ· ἐν δὲ τῷ πάλιν προσεύχεσθαι ἢ ψαλμῳδεῖν, 3 κατεπήγων ταράττει· ἐντεῦθεν πρὸς τὴν θεωρίαν ὀφθαλμιῶσιν ἡμῶν 4 αἱ ψυχαὶ, καὶ ἄγωνοι καθίστανται μάλισθ' ὅτε συνόντες τῇ τῶν 5 λογισμῶν αἰχμαλωσίᾳ ἀνιστάμεθα, και μετ' αὐτῶν πρὸς ἱκεσίαν 6 παριστάμεθα. μ1 [Muyl-Evd.l.Vat. p.7] (Fol. 108V] |
|
|
|
|
CHAPTER 8 |
|
|
|
|
|
|
Ὁ δὲ λογισμοῖς βελτίστοις τὴν ψυχὴν προγυμνάζων 7 ἐλλάμπεσθαι, τῆς εὐχῆς τὴν στήλην λαμπρὰν ἀποσμήχει· και ὁ 8 λογισμοῖς ἀτόποις τὴν καρδίαν πέων {πέσων̣}, τῆς εὐχης τὸν 9 βότρυν αἰχμαλωσίᾳ λιθάζει.μ2 |
|
Ὁ ἐκτενέστερον τὴν ἔλλαψιν τῶν 10 εὐχῶν ἐνοπτρίζομενος, τῇ ἀνωτάτω θέα τοὺς κάτω τούτους λογισμοὺς 11 αἰχμαλωτίζει· μ3 |
|
[resume PG] τοῦ νοεροῦ ὄμματος καθάπερ ἰσχὺν τὴν τροφὴν ἐκ τοῦ φωτὸς λαμβάνοντος . Ὁ γὰρ τῇ ὀπτασίᾳ τῷν ὑψηλῶν ἐπεκτεινόμενος ὀξυδερκέστερον ὄμμα λήψεται, κατὰ τὸ ὑπόδειγμα 'Ελισσαιέ. |
|
Ὅταν λογισμός σου ἐπιστῇ καρδιᾳ πολέμιος, μὴ ἄλλα ἀντ' ἄλλων δι' εὐχῆς ἐπιζήτει, κατὰ δὲ τοῦ πολεμίου τὸ ξίφος τῶν δακρύων ἀκόνα· οὕτω γὰρ σφοδροτάτως ἂν τῇ μάχῃ προσρήξωμεν, θᾶττον αὐτὸν ἀφ' ἡμῶν ἀποστῆναι ποιήσομεν. |
|
Φιλοκάλει [1105B] σὺν τῷ ἔργῳ τῶν χειρῶν, καὶ μάλα τῆς εὐχῆς τὴν μνήμην· τὸ μὲν γὰρ οὐ πάντοτε, τὸ δὲ ἀδιάλειπτον ἔχει τῆς ἐργασίας τὸν πόρον. Μὴ ἀναβάλλου δοῦναι τῆς εὐχης τὸ χρέος, λογισμοῦ ἀκούων διὰ πρόσβασιν ἔργων, καὶ μὴ θορυβοῦ ἐν τῷ ἔργῳ ταράττων τὸ σῶμα, ἵνα μὴ συνταράξης καὶ εὐχῆς τὴν καρδίαν. |
|
|
|
|
CHAPTER 9 [10] |
PG 79.1105.38 - 79.1108.12 ΚΕΦΑΛ. Ιʹ. |
|
|
|
|
|
Ἑτοίμαζε σεαυτὸν πρᾶον εἶναι, καὶ μαχητὴν, τὸ μὲν τῷ ὁμοφύλῳ, τὸ δὲ τῷ πολεμίῳ· ἐν τούτῳ γὰρ ἡ χρῆσις τοῦ θυμοῦ, ἐν τῷ κατὰ τὴν ἔχθραν ἀντιμάχεσθαι τῷ ὄφει· ἐν δὲ τούτῳ καὶ τοῦ πράου τὸ ἐπιεικὲς, ἐν τῷ κατὰ τὴν ἀγάπην μακροθυμεῖν τῷ ἀδελφῷ, καὶ πολεμεῖν τῷ λογισμῷ. |
|
|
|
Ὁ πρᾶος οὖν ἔστω μαχητὴς διαιρουμένης τῆς πραότητος ἐκ τῶν δολοφρόνων λογισμῶν, καθάπερ καὶ τῆς μάχης ἐκ τῶν τῆς φύσεως ὁμογενῶν· μὴ ἀντιστρέψῃς τοῦ θυμοῦ τὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν, ὥστε θυμοῦσθαι μὲν τῷ ἀδελφῷ, κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, φιλιοῦσθαι δὲ τῷ ὄφει κατὰ τὴν συγκατάθεσιν τῶν λογισμῶν. |
Ὁ πραῢς, κἂν πάσχῃ τὰ δεινὰ, τῆς ἀγάπης οὐκ ἐξίσταται· εἵνεκεν γὰρ ταύτης μακροθυμεῖ καὶ στέγει, χρηστεύεται καὶ ὑπομένει. Εἰ γὰρ τῆς ἀγάπης τὸ μακροθυμεῖν, οὐ τῆς ἀγάπης τὸ θυμομαχεῖν· θυμὸς γὰρ λύπην διεγείρει, καὶ μῆνιν, ἀγάπη δὲ τὰ τρία μειοῖ. |
|
|
Εἰ παγίαν ἔχεις ἐν τῇ ἀγάπῃ τὴν βάσιν, μᾶλλον πρόσεχε ταύτῃ, ἤπερ τῷ πταίοντί σε· φόβῳ, καὶ ἀγάπῃ δούλευε τῷ Θεῷ τὸ μὲν ὡς Δεσπότῃ καὶ κρι 79.1108 τῇ, τὸ δὲ ὡς φιλανθρώπῳ, καὶ τροφεῖ· ὁ τῆς ἀγάπης ἀρετὰς κτησάμενος, τὰ πάθη τῶν φαύλων αἰχμαλωτίζει, καὶ ὁ παρὰ τῆς ἁγίας Τριάδος ἔχων ταῦτα τὰ τρία, πίστιν, ἐλπίδα, ἀγάπην, τρίτειχος ἔσται πόλις ταῖς ἀρεταῖς πυργωθεῖσα. |
|
|
|
|
CHAPTER 10 |
|
|
|
|
|
It is not only because you refuse something from another that you are accounted charitable; rather it is because you have given unsparingly that you will be recognized as one who has renounced [the world]. When giving away material things, strive to sow pure seed, so that you do not reap nettles instead of wheat. (Mt 13.24-30) |
Οὐκ ἐν τῷ μὴ λαμβάνειν μόνον παρ' ἑτέρου ἀγαπητικὸς ἀναδειχθήσῃ, ἀλλ' ἐν τῷ διδόναι ἀφειδῶς ἀποτακτικὸς ἐπιγνωσθήσῃ, ἐν τῷ διδόναι σε τὴν ὕλην ἀγωνίζου τὰ σπέρματα καθαρὰ βάλλειν, ἵνα μὴ ἀντὶ πυροῦ, ἐξέλθῃ σοι κνίδη. [cf. KG 1.24] |
|
Θεοῦ ἐν οἷς παρέχεις μνημόνευε, καὶ δότου, καὶ λήπτορος, ὅπως σοι μετ' ἐγκωμίων λογίσηται τοὺς τῆς ἀποτάξεως μισθούς. |
[11] |
PG 79.1108.15 - 79.1108.42 ΚΕΦΑΛ. ΙΑʹ. |
|
Ὁ ἀκτήμων ἀμέριμνον ἔχει τοῦ βίου τὴν ἡδονὴν, ὁ δὲ φιλοκτήμων μέριμναν ἔχει τὴν ὀδύνην τοῦ πλούτου διὰ παντός· τότε δῆμον λογισμῶν αἰχμάλωτον ἐλάσεις, ὅταν ταῖς φροντίσι τῶν ὑλῶν τὴν καρδίαν μὴ δῷς· τότε καὶ τὸν σταυρὸν ἀπερισπάστως βαστάσεις, ὅταν τοῦ κτᾶσθαι τὴν ἐπιθυμίαν ἀρνήσῃ, ἀλλ' ὁ τῆς ὕλης λογισμὸς γῆράς σοι μαντεύεται· καὶ νόσους, ἵνα σου τὴν εἰς Θεὸν ἐλπίδα τοῖς χρήμασι μερίσῃ. |
|
Ὁ τὴν ἀποταγὴν ἀσκεῖν προῃρημένος, πίστει τειχιζέσθω, καὶ ἀγάπῃ κραταιούσθω, καὶ ἐλπίδι βεβαιούσθω. Ἔστι γὰρ ἡ πίστις, οὐκ ἐγκατάλειψις, ἀλλὰ τῶν κρειττόνων ὑπόστασις ἐν ἐλπίδι τῆς ὑπομονῆς, καὶ τῇ ἀγάπῃ τῆς ζωῆς. |
|
. Ὅταν ἀποτάξῃ ταῖς ἔξωθεν ὕλαις ἁπάσαις, πρόσεχε τοὺς ζοφεροὺς λογισμοὺς τὴν πενίαν ἐπονειδίζοντάς σοι, καὶ ἔνδειαν, καὶ εὐτέλειαν, καὶ ἀδοξίαν σοι προσφέροντας, ἵνα τῆς τοιαύτης λαμπρᾶς ἀρετῆς μετάγνωσιν οἱ φόνιοι δολοφρόνως ἐργάσωνται. . |
|
|
|
|
CHAPTER 11 |
|
|
|
|
|
Ἐὰν οὖν τῇ συνέσει τῆς ἀθλήσεως πρόσχῃς, μᾶλλον ἐκεῖνο εὑρήσεις, ὅτι δι' ὦν σε ὀνειδίζουσι, δι' αὐτῶν ὁ στέφανός σοι πλέκεται· καὶ γὰρ ἀποτασσόμενος, δι' ἐκείνους ἀποτάσσῃ δι' ὧν ἄθλων ὀνειδίζῃ | |
|
Μὴ οὖν τῇ πάλῃ τῶν ἐντὸς λογισμῶν ἐνδώσῃς, ὅτι οὐκ ἐν ἀρχῇ τῆς ἀποταγῆς τὸ τέλος εὐφημεῖται, ἀλλ' ἐν τῷ τέλει τῆς ὑπομονῆς αἱ ἀρχαὶ στεφανοῦνται, οὐδὲ ἐν τῇ σωματικῇ γυμνασίᾳ μόνον οἱ ἀγῶνες συγκροτοῦνται, ἀλλὰ καὶ ἐν τῇ τῶν λογισμῶν πάλῃ τὸ περὶ στεφάνου ζητεῖται. |
[13] |
ΠΓ 79.1108.44 - 79.1109.20 ΚΕΦΑΛ. ΙΒʹ. |
|
Δίκαζε τοὺς λογισμοὺς ἐν τῷ βήματι τῆς καρδίας, ἵνα τῶν λῃστῶν ἀναιρουμένων, ὁ ἀρχιλῃστὴς φοβηθῇ· καὶ γὰρ ὁ ὢν ἀκριβὴς τῶν λογισμῶν ἐξεταστὴς, ἔστι καὶ ἀληθὴς τῶν ἐντολῶν ἐραστής. |
Ἐπὰν οὖν λογισμὸς ἐπιστῇ σου τῇ καρδίᾳ δυσεύρετος, τότε ἐπὶ πλεῖον συντόνους πόνους ἐπ' αὐτὸν ἐκπύρωσον· ἢ γὰρ τὴν θέρμην ὡς ἐναντίαν οὐ φέρων ἀποδρᾷ, ἢ ταύτην ὑπομένει ὡς οἰκεῖος ὢν τῆς εὐθείας ὁδοῦ. | |
|
Ἔστι δ' ὅταν οἱ δαίμονες λογισμὸν δῆθεν καλὸν ὑποβάλλοντες τῇ καρδίᾳ, καὶ παρευθὺ μεταμορφούμενοι ἐναντιοῦσθαι τούτῳ προσποιοῦνται, ἵνα ἐκ τῆς ἐναντιώσεως, νομίσῃς αὐτοὺς καὶ τὰς ἐνθυμήσεις τῆς καρδίας σου εἰδέναι· οὐ μόνον δὲ, ἀλλ' ἴνα δικάζωνται 79.1109 τὴν συνείδησίν σου κρίνειν, ὡς τῇ ἐναντιώσει τοῦ κακοῦ ἡττηθέντος τῷ καλῷ· ἔστι δὲ πάλιν ὅτε τὴν οἰκείαν σκευωρίαν ὑπεμφαίνουσί σοι ἵνα παρὰ σεαυτῷ δόξῃς φρόνιμος εἶναι. |
[SC 591 p 316] 26 Ὁ τῆς ἀσελγείας δαίμων πῇ μὲν τῷ παρθένῳ κατὰ διάνοιαν τὰς ἁκολάστους συμπλοκας ὑπεισφέρει, πῇ δὲ τοῦτον νεάνισιν δἰ ὀνειράτων συμπλκεσθαι φαντάζει, 29 ὅπως εἰ μὲν τῇ μνήμῃ τοῦ φαντασθέντος κλίνοιτο πρὸς ἡδονὴν τοῖς λογισμοῖς χρήσοιτο πρὸς πόλεμον, εἰ δὲ οὐ κλίνοιτο ἀλλ᾿ ἀναταγωνίζοιτο κἂν αἴσθηται τὸ πάθος τῇ 32 φύσει μεμενηκός οὐ πρότερον συγκροτοῦσυ πόλεμον οἱ τῆς αἰσχύνης λογισμοὶ πρὶν ἣ χώραν ἔξουσι τοῦ τῇ ψυχῇ συνομιλεῖν οὐδ᾿ αὖ πάλιν κινηθείη πρὸς τὸ πολεμεῖν ἡ ψυχὴ πρὶν ἢ μάθῃ ἁτιπαράττεσθαι τοῖς ἀντιπάλοις λογισμοῖς. | |
When the demons try to assail the thoughts with the most shameful pleasures, they also then launch the battle of gluttony, so that having previously inflamed the stomach with physical nourishment, they have no trouble casting the soul into the pit of immodesty. | [SC 591 p. 318] 36 Ὅταν οἱ δαίμονες τὴν ἔννοιαν ταῖς αἰσχίστοις ἡδοναῖς πειρῶνται σαλεύειν, τότε καὶ τὸν τῆς λαιμαργίας πόλεμον προσάγουσιν ὅπως ταῖς ὕλαις τὴν γαστέρα προπυρώσαντες ἁκοπῶτέρως τὴν ψυχὴν τῇ ἀσελγείᾳ βαραθρόσωσιν. |
40 Ἐν τῇ ῥᾳθυμιᾳ τῇς ψυχῇς περιδράσονται ἡμῶν οἱ δαίμονες τοῦ λογιστικοῦ καὶ εν τοῖς λογισμοῖς ἀπερεύγονταιν τὰς τῆς κακίας ἡδονάς· πῇ μὲν οἱ λογισμοὶ ἐφέλκοντα τὰ πάθη, πῇ δὲ τὰ πάθη τοὺς λογισμούς· τὸ τηνικαῦτα καὶ οἱ λογισμοὶ 44 διὰ τοῦ πάθους πολεμοῦσι τὴν ψυχήν. | |
|
|
|
|
CHAPTER 12 |
|
|
|
|
|
|
Ὅταν λογισμοὶ μεταστήσωσί σε εἰς ὃν ὑπέβαλον ἐρᾷν ἡμᾶς τόπον, τότε μεταμελεῖσθαι πάλιν ποιοῦσιν ἵνα ἀστάτους ἡμᾶς ποιήσωσι πανταχόθεν, καὶ ἀκάρπους. Διὸ μὴ πετάζωμεν ἑαυτοὺς ἀπὸ τόπων εἰς τόπους, ἀλλὰ καμπτώμεθα μᾶλλον εἰς ἡσυχίαν, καὶ κόπους, ὅτι ἐκ τῆς ἡμετέρας ῥᾳθυμίας λαμβάνουσιν καθ' ἡμῶν οἱ λογισμοὶ τὴν δύναμιν. Ὁ δὲ εἰδὼς λογισμοῦ πεῖραν ἐν ᾧ τόπῳ ἐκλήθη, ἐν τούτῳ μενέτω παρὰ Θεῷ, ὁ δὲ μὴ εἰδὼς, ἐν ἀγῶνι ἔτι βαδίζει. |
Sinc Inserts a section here - but not in SC |
|
|
Ἡ τῶν τόπων μετάθεσις, ἤτω εἰς τὰ πνευματικώτερα, καὶ μὴ εἰς τὰ ἀναπαυστικώτερα· ὑπομονὴ γὰρ, καὶ μακροθυμία, καὶ ἀγάπη, ἐν ταῖς θλίψεσιν εὐχαριστεῖ· ἀκηδία δὲ, καὶ ἐλαφρία, καὶ φιλαυτία, ἐν ταῖς ἀναπαύσεσι χαίρει. Ἀνήσυχος διὰ τῶν περὶ τὰς ὄψεις αἰσθήσεων τὴν ψυχὴν πολεμεῖται, ὁ δὲ φιλήσυχος, τὰς αἰσθήσεις φυλάσσων, τοὺς λογισμοὺς πολεμεῖ. |
[13] |
Τῷ οὖν διατάγματι τοῦ νόμου τῶν αἰσθήσεων τὴν τάξιν ὁ ἡγεμών σου συναγαγέτω, ἵνα μὴ βλέμματι, καὶ ἀκοῇ, μάστιγας κακῶν τῇ ψυχῇ σου ταράξῃς· ἐν δυσὶν οὐσίαις ὑπάρχων, ἑκάστῃ διανέμειν τὴν τάξιν φυλάττου, ἵνα ἡ μὲν ἀριστεύῃ, ἡ δὲ μὴ ἀντερῇ, καὶ τῷ τυράννῳ τὰ ἐπιτάγματα μὴ δίδου, ὅτι τῷ πυρὶ τούτου δοθέντος, καὶ τὸν ἔσχατον κοδράτην ἀποδώσεις. |
|
|
|
|
CHAPTER 13 |
ΠΓ 79.1109.24 - 79.1109.54 ΚΕΦΑΛ. ΙΓʹ |
|
|
|
|
|
Ὅταν τὰ αἴτια τῶν παθῶ ἀντιπολεμῶν τροποῦσαι, μή σε λογισμὸς μεγαλυνέτω πονηρὸς, μή πως πνεύματι πλάνης πιστεύσας, καὶ τῶν φρενῶν ἐκπλαγῇς· ἐπιζήτει δὲ λογιστεύειν τὰς ἐφ' οἷς πονεῖς ὑπερβολὰς, ὅπως τὰ τέλη τῶν κατορθωμάτων διὰ τῶν ἔνδον μὴ κλαπῇς. |
|
Τινὲς ἐπὶ κατορθώμασιν εὐφημισθέντες, τῷ χρόνῳ τοὺς πόνους ἠκηδίασαν, καὶ ἡ μὲν εὐφημία διώδευσεν, οἱ δὲ πόνοι ἐλύθησαν. Τινὲς δι' ὄγκον καλῶν σκληρουχούμενοι, μεγάλοι ἐνομίσθησαν καὶ τῆς μὲν ψυχῆς τὸ συνειδὸς ἡλκοῦτο, τῆς δὲ εὐφημίας ἡ νόσος ἐνευρύνετο, οἱ δὲ λογισμοὶ τῶν τραυμάτων τὴν ψυχὴν ἀποπλανῶντες ἐν ταῖς εὐφημίαις τοὺς πόνους ἀπέφερον. Ὁπηνίκα ταῖς παρὰ ἀνθρώπων τιμαῖς οἱ πονικώτατοι πλουτήσουσι, τὸ τηνικαῦτα καὶ τὰς ἀτιμίας οἱ δαίμονες σκευάσαντες ἐπάγουσιν, ἵνα, ἀπὸ τῶν τιμῶν ὄντες, τὰς ἀτιμίας μὴ φέρωσι, καὶ τὰς ὕβρεις μὴ βαστάσωσιν |
|
Ὅταν ἐφ' ἁμαρτίαις μεγάλην μετάνοιαν διδῷς, τότε οἱ λογισμοὶ τοὺς ἀγῶνας τῶν πόνων μεγαλύνοντες ἁμαρτίας σμικρύνουσιν, καὶ πολλάκις τῇ λήθῃ καλύπτουσιν, ἢ καὶ συγκεχωρῆσθαι ταύτας σημαίνουσιν, ἵνα ὑπενδοὺς τοῖς πόνοις, μὴ ἀναλογίζῃ τῶν πταισμάτων τοὺς θρήνους τοὺς κατ' αὐτῶν ὠρύεσθαι πλειόνως. |
|
ΠΓ 79.1109.57 - 79.1112.39 ΚΕΦΑΛ. ΙΔʹ. |
[14] |
Ὁ δὲ τὰ προσπεσόντα πάθη πυκτεύων ἐκκόψαι, 79.1112 πλείονας παθῶν ὁπλίτας ἐπιστρατηγήσει τῇ μάχῃ. Μὴ ἀμνημόνει πταίσας, κἂν μετανοήσῃς, ἀλλὰ μνήμην ἔχε τῆς σῆς ἁμαρτίας τὸ πένθος πρὸς ταπείνωσίν σου, ὅπως, ταπεινωθεὶς, τὴν ὑπερηφανίαν ἀνάγκῃ ἐκκόψῃς. |
|
Εἴ τις τῶν ἄθεσμα δρασάντων βούλοιτο μεταβιῶσαι ἀρίστως, κατ' ἄντικρυς τῶν πράξεων στήτω ἐναλλαγῇ τῶν κρειττόνων· καὶ γὰρ ὁ τὴν ἄντικρυς πρᾶξιν τῇ ἑκάστῃ πονηρίᾳ ἀνθιστῶν, τῇ συνετῇ τῶν ἀρετῶν βελοθήκῃ τοξεύει τὸν δράκοντα, τοῦ δὲ θηρὸς ὀξύτατον ὅπλον ἐστὶν ἡ κενοδοξία, τοὺς πόνους κατατοξεύουσα, ἥνπερ ὁ ταῖς κρυπταῖς τῶν ἔργων στρατηγίαις προκαταλαβὼν, ἤγγισεν ἅπασαν τὴν τοῦ διαβόλου κατενέγκαι κεφαλήν. |
|
|
|
|
CHAPTER 14 |
|
|
|
|
|
|
Τὰ ἀρώματά σου τῶν πόνων σφράγισον τῇ σιγῇ, ἵνα μὴ γλώττῃ λυθέντα ὑπὸ δόξης κλαπῶσι· κρύπτε σου τὴν γλῶτταν ἐν τῷ πρακτικῷ τῆς ἀσκήσεως τρόπῳ· καὶ γὰρ σιγῶν, μάρτυρας σχοίης τοῦ βίου τοὺς ἀξιοπίστους συμβιώτας σου πόνους. |
|
Ὁ μαρτυρεῖσθαι ἀπὸ τῶν παρόντων πόνων οὐκ ἔχων τίσι ποτὲ, ἑαυτῷ μὴ γλώττῃ μαρτυρείτω· |
|
τινὲς γὰρ τῶν πόνων τῆς σκληρουχίας ἑαυτοὺς ἐκδύσαντες ὡς προκάλυμμα τῆς ῥᾳθυμίας τῶν ἀπελθόντων χρόνω τὰς πράξεις παραβάλλουσι μάρτυρας ἐκδήλους ἔργοις οὐ παροῦσιν ἀβεβαίως παρέχοντες. |
|
. Ὥσπερ ἐκ τῶν ἀνθρώπων κρύπτεις σου τὰς ἁμαρτίας, οὕτω καὶ τοὺς πόνους ἐξ αὐτῶν ἀπόκρυπτε· καὶ γὰρ τὸ ἀντίτεχνον τῶν κρυφίων τῆς καρδίας, σκελισμάτων τὰ κρυφῆ, καὶ τὰ ἀναπαλαίσματα, κατ' αὐτῶν ἀντιστηρίζουσι· |
|
εἰ δὲ τὰ μὲν πλημμελήματα μετὰ ἀσφαλείας ἀποκρύπτομεν, τὰ δὲ κατ' αὐτῶν πονήματα σφαλερῶς ἀνακαλύπτομεν, καὶ τοῖς ἀμφοτέροις τὰ ἐναντία ἀναπραττόμεθα. Ἀλλ' ἐπαισχύνῃ τῶν αἰσχρῶν τὴν δημοσίευσιν, μήπως ὄνειδος, καὶ ἐξουδένωσιν ποιήσῃ τὰ τῆς ψυχῆς σου σύμφορα. Φοβοῦ καὶ τῶν πόνων τὴν ἐπίδειξιν, μή πως ἔγκλημα ἀνθρωπάρεσκον κομίσῃ τὸν τῆς ψυχῆς ὄλεθρον· εἰ δὲ καὶ μόνῳ Θεῷ ἐκφαίνεις τὰ τῆς αἰσχύνης παραπτώματα, μὴ ἀνθρώποις ἔκφαινε τὰ κατ' αὐτῶν ἀνταγωνίσματα ἵνα μὴ νομισθῶσι, νίκης εἶναι στεφανώματα. |
[15] |
ΠΓ 79.1112.41 - 79.1113.15 ΚΕΦΑΛ. ΙΕʹ. |
|
Οἱ τὴν δύναμιν τῶν πόνων ἀπὸ τῆς χάριτος λαμβάνοντες μὴ ὡς ἐξ οἰκείας ἰσχύος ἔχειν ταύτην νομιζέτωσαν· αἴτιος γὰρ ἁπάντων τῶν καλῶν ἡμῖν ἐστιν ὁ τῶν ἐντολῶν λόγος, ὥσπερ καὶ τῶν κακῶν ὁ ἀποβολῶν ἀπατηλός. Ἅπερ οὖν διαπράττῃ καλὰ, τὴν εὐχαριστίαν τῷ αἰτίῳ τῶν καλῶν πρόσφερε· ἃ δὲ διοχλεῖ σοι κακὰ, τῷ ἀρχηγέτῃ τούτων πρόσριπτε. |
|
Πάσης πραγματείας τὸ τέλος πρόσνεμε εὐχαριστίαν τῷ κρείττονι, ἵνα τῆς προσφορᾶς σου νομικῶς προσενεχθείσης ἡ κακία καταισχύνηται. Ὁ γὰρ τῇ πράξει τὴν εὐχαριστίαν συνάψας, ἀπόρθητον ἕξει τὸν θησαυρὸν τῆς καρδίας, διπλοῦν κατὰ τῆς κακίας πυργώσας τὸ τεῖχος. |
|
|
|
|
CHAPTER 15 |
|
|
|
|
|
|
Ἐπαινετὸς οὗτος ἀνὴρ, ὁ τῇ πρακτικῇ τὴν γνωστικὴν συζεύξας, ἵνα ἐξ ἀμφοτέρων πηγῶν τὸ τῆς ψυχῆς χωρίον ἀρδεύοιτο πρὸς ἀρετήν· ἡ γὰρ γνωστικὴ πτεροῖ τὴν νοερὰν οὐσίαν 79.1113 τῇ τῶν κρειττόνων θεωρίᾳ, ἡ δὲ πρακτικὴ νεκροῖ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν πάθος, κακίαν, ἐπιθυμίαν κακήν· οἱ οὖν διὰ τῶν ἀμφοτέρων τούτων τῇ πανοπλίᾳ περιπεφραγμένοι, εὐκόλως κατεπιβήσονται λοιπὸν τῆς τῶν δαιμόνων πονηρίας. |
|
Οἱ δαίμονες διὰ τῶν λογισμῶν τῇ ψυχῇ πολεμοῦσι, κακεῖνοι χαλεπωτέρως διὰ τῆς ὑπομονῆς ἀντιπολεμοῦνται, καὶ δειλιῶντες προσίασι λοιπὸν τῇ μάχῃ κραταιὸν τὸν στρατηγὸν τῆς πυγμῆς ὑφορῶντες. |
|
Εἰ βούλει στρατηγῆσαι κατὰ τῆς φάλαγγος τῶν δαιμόνων, ἡσυχίᾳ φράττε τὰς τῆς ψυχῆς σου πύλας, θίγε δὲ καὶ τὸ οὖς σου τοῖς τῆς πατροσύνης λόγοις, ἵνα τότε μᾶλλον λογισμῶν ἀκάνθας μαθὼν ἐμπρήσῃς, ἐπὰν πατρικῆς νουθεσίας ἀκροᾶσαι. Μὴ τῶν ἔργων ἕσο δικαστὴς, ἀλλὰ τῶν ῥήσεων ἐξεταστής. |
|
ΠΓ 79.1113.16 - 79.1113.45 ΚΕΦΑΛ. Ιϛʹ. |
|
Ἔθος γὰρ τοῖς τοιούτοις λογισμοῖς εἰς τὸ πρακτικὸν τοῦ νουθετοῦντός σε ἀπάγειν, ἵνα δεινόν σε τούτου καταστήσαντες κριτὴν, τῆς ἐπωφελοῦς νουθεσίας ἀποστήσωσι. Μὴ ἀπαναίνου νουθετούμενος, κἂν γνωστικὸς ὑπάρχῃς· ἐὰν γὰρ τὸ πρακτικὸν τῆς γνωστικῆς ἀποζευχθῇ, χρεία τοῦ ζευγνύντος τὴν ὁποτέρων τῶν ἀρετῶν ἁρμονίαν τῇ φρικτῇ τῆς κρίσεως δίκῃ. Ὁ τὴν πατρῴαν ἐντολὴν ἐκ τοῦ ὠτὸς ἐκτινάσσων, καὶ νομικῆς ἐντολῆς παρήκοος ἔσται, |
|
μὴ μόνον κατορθώματα Πατέρων τερπόμενος λάλει, ἀλλὰ καὶ σεαυτὸν ἐργάτην τούτων πονικώτατον ἀπαίτει. Ὁ πονικώτερον ἐπιζητῶν οἷός τε οἵῳ πόνῳ λογισμὸς ἀντίκειται, τεχνίτης ἐν πάλῃ κατὰ τῆς πλάνης εὑρίσκεται, ἐν ὅλοις δὲ τοῖς νοεροῖς σου πόνοις, οἷς ἐὰν ἐλλείψῃ, ὁ τοῦτον συλήσας ἀντ' αὐτοῦ παρεισδύει. |
|
Μνημόνευε τῇ συνέσει τῶν πόνων συντηρεῖν τὴν καρδίαν, μήπως ἡ λήθη τῆς τῶν κρειττόνων μερίμνης ταύτην συλήσασα τῇ τῶν λογισμῶν αἰχμαλωσίᾳ παραδῷ· ἡ γὰρ λήθη τῆς αἰχμαλωσίας προσπηδᾷ τῇ κακίᾳ, ἵνα ὑπ' ἐκείνης τοῦ νοῦ κλαπέντος, ἑτοίμως αὕτη παρεισέλθοι, |
|
|
|
|
CHAPTER 16 |
ΠΓ 79.1113.46 - 79.1116.29 ΚΕΦΑΛ. ΙΖʹ. |
|
|
|
|
|
νοῦς κλεπτόμενος ἀπὸ Θεοῦ, καὶ μνήμης μακρυνόμενος, καὶ διὰ τῶν ἐκτὸς αἰσθήσεων ἀδιαφόρως ἁμαρτάνει· ἀκοὴν γὰρ καὶ γλῶτταν ὁ τοιοῦτος ἀδυνατεῖ παιδαγωγῆσαι, ὅτι τὸ φίλτρον τῶν πόνων ἐκ τῶν ἐκτὸς ἐξαφῆκεν. |
|
[separately coded fragment] |
[17] |
Ἐκ τῶν καταλαλιῶν τὰ ὦτά σου φράξον, ἵνα μὴ διττῶς σὺν αὐτοῖς ἀνομήσῃς, σαυτὸν μὲν δεινῷ πάθει ἐθίζων, γλωσσαλγεῖν δὲ ἐκείνους οὐκ ἀνακόπτων. Ψυχὴν τῶν κρειττόνων ὁ φιλοσκώπτης λῃστεύει, σαθρὰν ἀκοὴν διαβολαῖς διορύττων· ὁ δὲ διαδρῶν τὴν τοῦ πέλας λοίδορον γλῶσσαν, καὶ τὴν οἰκείαν λοιδορίαν φυγαδεύει· ἡδεῖς ἀκοὰς ὁ τῷ λοιδόρῳ παρέχων, ἰὸν θηρὸς τοῖς ὠσὶν ἀμέλγει. |
|
Μὴ γευέσθω τὸ οὗς σου τῆς 79.1116 πικρᾶς ταύτης ἀντιδότου, μή πως τοιαύτην καὶ σὺ συγκεράσῃς ἑτέρῳ, μὴ γοητεύου καταλαλιαῖς τὸ οὗς σου, ἵνα μὴ πάθει πραθεὶς, πολυπαθείᾳ δουλεύσῃς· ἓν γὰρ τῶν πολλῶν πάθος τόπον ἐν σοὶ εὑρὼν, εἰς τὸν αὐτὸν σηκὸν καὶ ἄλλα συνεισφέρει· τότε πλήθει κακῶν ὁ ἡγεμὼν δουλοῦται, ὅταν πάθει ζευχθεὶς τοὺς πόνους ἀποζεύξῃ. |
|
Ὁ τὰς ἑτέρων σκέψεις πειρώμενος ἐρευνᾷν, τὰς ἑαυτοῦ πράξεις ἕργῳ οὐκ ἐρευνᾷ, μὴ ὡς ἀμελῶς ζήσαντα, τὸν ἀποβιώσαντα σκῶπτε, ἵνα μὴ ὡς ἐκ συνηθείας τῶν ζώντων, καὶ τοῦ νεκροῦ γένῃ πικρὸς δικαστής· |
Do not worry about those who commit faults with a boastful thought that sets you up as a judge, but pay attention to yourself with vigilant thought and examine your actions. | μὴ τοῖς πταίουσιν ἔπεχε λογισμῷ ἀλαζόνι ἐπαίροντί σε ὡς δικαστὴν, ἀλλὰ σαυτῷ πρόσεχε λογισμῷ νήφοντι, καὶ τῶν σῶν πράξεων δοκιμαστῇ. |
Groan when you commit a fault, and do not be elated when you do good, do not be proud that you are not despised, lest you put on evil as an adornment. For some, unable to make themselves known for their piety, have endeavored to make themselves known, but for their vice. Others, swollen with envy, throw out pretexts from on high, paying no heed to those who are established in virtue. |
Στένε πταίων, καὶ μὴ φυσῶ κατορθῶν ἀκαταφρόνητος εἶναι μὴ μεγαλαύχει, ὅπως μὴ ὡς κόσμον τὸ κακὸν ἐνδύσῃ. Τινὲς γὰρ ἀπὸ εὐλαβείας μὴ δυνάμενοι γνωσθῆναι, ἔσπευσαν, κἂν ἀπὸ κακίας οὕτω γνωσθῆναι· ἕτεροι δὲ αὐξηθέντες τῷ φθόνῳ, προφάσεις ἀκροβολοῦσι, τοὺς εὐσταθοῦντας ταῖς ἀρεταῖς ἐξουθενοῦσι τοῖς πέριξ. |
|
|
|
|
CHAPTER
17 |
ΠΓ 79.1116.33 - 79.1117.12 ΚΕΦΑΛ. ΙΗʹ. |
|
|
|
|
17. Some, who prattle about insignificant things, clothe themselves in a holy life, not to mourn their faults by [ascetical] labors, but to overshadow rumors of their censure. |
Τινὲς εἰς φαῦλα θρυλλούμενοι, βίον σεμνὸν ἀμφιέννυνται, οὐχ ἵνα τὰ φαῦλα πταίσματα τοῖς πόνοις θρηνήσωσιν, ἀλλ' ἵνα τῶν ψόγων τὰς φήμας σκιάσωσιν. |
On the contrary, do not beautify yourself in the eyes of the Deceiver and do not rejoice in being deceived. For, if you only join the fervent in name, it is not for God but for men that you work. |
Ἀλλὰ μὴ τῷ ἀπατῶντί σε καλλωπίζου, μηδὲ τῷ ἀπατᾶσθαι ἐναγάλλου· ἐὰν γὰρ δι' ὄνομα ψιλὸν τῶν σπουδαίων ἐφάπτῃ, οὐ Θεῷ, ἀλλὰ ἀνθρώποις ἐργάζῃ, |
[Sinc.17] Do not speak freely with one who lives without [ascetical] labors, even if a great name follows him. He is befriended [loved] for the grace of his face, and time becomes his accuser. |
μὴ παῤῥησίαν ἄγε τῷ ἀπόνως βιοῦντι, κἂν ὄνομα τούτῳ μέγα πομπεύῃ· ἔστι φίλος πρὸς προσώπου χάριν, καὶ χρόνος κατήγορος τούτου γίνεται. |
[18] Acquire a friend who is afraid of mockery so you may find shelter from your failings, but hide what is enviable in you especially from the envious. When your friend is made to feel inferior because you are praised for your [ascetical] labors, and he becomes envious to the point of hurling the javelin of vainglory before everyone at your mortifications in order to overshadow the glory spread about you by criticizing you - do not then be concerned that he is spiteful and do not be stung by it, so bitter venom does not rise rise in your soul. |
Δεδοικότα φίλον σκώπτειν κτῆσαι, ἵνα σκέπην εὕρῃς τῶν σῶν πταισμάτων, τὸ δὲ φθονούμενον ἐν σοὶ κρύπτε μᾶλλον τοῦ φθονοῦντος. Ὅταν ὁ σὸς φίλος ταῖς σαῖς τῶν πόνων εὐφημίαις ἐλαττούμενος εἰς φθόνον ἐκτραπῇ, ὡς καὶ τοῖς πέριξ ῥήματα κενοδοξίας ἀκοντίζειν σου τοῖς πόνοις, ὅπως τὴν διατρέχουσαν περὶ σοῦ δόξαν συσκιάσῃ τοῖς σοῖς σκώμμασι, τότε μὴ τῇ ἐκείνου βασκανίᾳ προσέχων δηχθῇς, ἵνα μὴ ἰὸν πικρὸν τῇ ψυχῇ σου σιφωνίσῃς. [18] |
For it is the work of Satan who seeks to inflame him with envy and to consume you with bitterness. Instead, let us humble ourselves and be the first to show honor to such people, even employing table [fellowship] to restore reason to their jealousy. |
Τοῦτο γὰρ ἔργον τοῦ Σατανᾶ, ἵνα ἐκεῖνον μὲν τῷ φθόνῳ ἐκπυρώσῃ, σὲ δὲ πικρίᾳ ἀναλώσῃ. Ταπεινώμεθα δὲ μᾶλλον, καὶ τῇ τιμῇ τοὺς τοιούτους προηγώμεθα ἐξημεροῦντες αὐτῶν, καὶ διὰ τραπέζης τὸ ἀγριωθὲν τῷ ζήλῳ φρόνημα. |
do not blame your friend because of jealousy, as if the blame were coming from another’s mouth, so that you appear innocent and exalt yourself as blameless. For this was Satan’s disguise, who blamed the Most High in the person of the serpent so as to attribute his own malice to God by pretending it was from the mouth of another and to be considered without malice himself (Gen. 3:1-5). |
Μὴ ὡς ἐξ ἑτέρου προσώπου ψέγε ζήλῳ τὸν φίλον, ἵνα ὡς ἐξ ἄλλου δῆθεν στόματος ψέγων ἐκεῖνον, σαυτὸν ὡς ἀθῶον ποιήσῃς, καὶ ὡς ἄψογον ὑψώσῃς. Τοῦτο γὰρ μετασχημάτισμα τοῦ Σατανᾶ, τοῦ ἐκ προσώπου ὄφεως τὸν Ὕψιστον ψέγοντος, ἵνα ὡς ἐξ ἑτέρου δῆθεν στόματος τὸν ἑαυτοῦ φθόνον τῷ Θεῷ προσάψας, αὐτὸς ὡς ἄφθονος νομίζηται. |
Do not try to catch [your] brother in the wrong, as if you wanted to make him a subordinate, so as not to discover yourself to be Satan’s ally. The one who has committed a fault should not try to blame others or cause them to stumble so as not be the only one to fall into evil: this, too, was the primordial act at the devil’s fall. Rather, he should be repentant for the inappropriate acts he committed, and perform a lamentation of sorrow against them, thus drawing to himself the stillness [hesuchia] that presides over [ascetical] labors and reveals to him the many-eyed contemplation of the virtues. |
Μὴ ὡς ὑπόδουλον θέλων ἔχειν τὸν ἀδελφὸν, πειρῶ τούτου πταῖσμα καταλαβεῖν, ἵνα μὴ συνεργὸς εὑρεθῇς τοῦ Σατανᾶ. Ὁ πταίσας, καὶ ἑτέρους λέγειν, ἢ πταίειν μὴ ἐπιτηρείτω, ἵνα ὡς μὴ μόνος ᾖ συμπεσὼν 79.1117 τῷ κακῷ, ὅπερ τῆς ἐκπτώσεως τοῦ διαβόλου πρῶτον καὶ τοῦτο ἔργον ἐστίν. Ἔστω δὲ μεταμελούμενος ἐφ' οἷς ἀτόποις ἔπραξεν ἔργοις· τὸν τῆς λύπης θρῆνον κατ' αὐτῶν ἐπιγινώσκων, ἐπισπάσεται δὲ καὶ τὴν πρωτοστάτην τῶν πόνων ἡσυχίαν, φαίνουσαν αὐτῷ τὴν πολυόμματον τῶν ἀρετῶν θεωρίαν. |
Let the practitioner of stillness of the tongue [also] act courageously against the [tempting-]thoughts, for courage of the soul is demonstrated not only by stillness of the body, but also by a courageous response to [tempting-]thoughts and by constancy in the face of offenses and injustices: for it is from these that the terrible whips of the devil arise. |
Ὁ ἡσυχάζων τῇ γλώττῃ, κατὰ τῶν λογισμῶν ἀνδριζέσθω· ἡ γὰρ τῆς ψυχῆς ἀνδρεία οὐκ ἐν τῇ ἡσυχίᾳ δείκνυται μόνον τοῦ στόματος, ἀλλὰ καὶ ἐν τῇ τῶν λογισμῶν ἀνδραγαθίᾳ, καὶ τῇ τῶν ὕβρεων, καὶ ἀδικιῶν εὐσταθείᾳ· ἐντεῦθεν γὰρ αἱ δειναὶ μάστιγες τοῦ διαβόλου περιτινάσσονται . |
[19=18 Sinc.] During encounters take heed not only of the mouth but also of the heart. For the eye of the soul is blinded when the nous slackens beneath the spirit of convenience. [cf KG 4.47] |
ἐν ταῖς συντυχίαις [19] Μὴ στόμα μόνον, ἀλλὰ καὶ καρδία τηρείσθω, τοτὲ γὰρ ἀμαυροῦται τῆς ψυχῆς τὸ ὄμμα τῷ τῆς ἀρεσκείας πνεύματι τοῦ νοῦ πασσομένου. |
|
|
|
|
CHAPTER 18 |
ΠΓ 79.1117.13 - 79.1117.52 ΚΕΦΑΛ. ΙΘʹ. |
|
|
|
|
Ἔστω σου πηρὸς ὁ νοῦς περὶ τὰ αἴσχιστα, Κύριος γὰρ σοφοῖ τοὺς τοιούτους τυφλοὺς, διορατικὸς δὲ περὶ τὰ κάλλιστα, ἵνα ἐκτυφλώττῃ περὶ τὰ κάκιστα. | |
|
Νόει δέ μοι, πορνείας εἶναι δύο ἐν διαιρέσει ἐζυγωμένας, τὴν τοῦ σώματος, καὶ τὴν τοῦ πνεύματος· |
ὅταν λογισμὸς πορνείας τῷ πνεύματί σου μίγνυται, τότε ἐκτυπώματι πλάνης ἡ ψυχή σου συγγίνεται. | |
[SC 346.3] Προσώπῳ θηλείας σχηματίζεται δαίμων, ἵνα φαρμάξῃ τὴν ψυχὴν μετ' αὐτοῦ συμμιγῆναι· μορφῆς γλύμμα φορεῖ ἄσαρκος δαίμων ἵνα λογισμῷ ἀκολάστῳ τὴν ψυχὴν ἐκπορνεύσῃ. Μὴ οὖν συγκαλύπτου εἰδωλείῳ ἀνυπάρκτῳ, ἵνα μὴ καὶ τῇ σαρκὶ τὸ ὅμοιον δράσῃς, πνεύματι πορνείας ἐπλανήθησαν οἱ τοιοῦτοι οἱ τὰς ἔνδον μοιχείας τῶν πνευμάτων τῳ σταυρῷ μὴ σοβοῦντες. | |
|
Αἴκιζε τοὺς λογισμοὺς ἀσιτίᾳ βρωμάτων, ἵνα μὴ πορνείᾳ, ἀλλὰ πείνῃ λαλῶσιν· εὐχῆς ἀγρυπνίᾳ στῆσον δάκρυον, ἵνα βοήθειαν λάβῃς του παρόντος πολέμου. Ἐν καιρῷ τοῦ τῆς πορνείας πολέμου τὰς κλήσεις τῶν ἑστιατόρων παραίτησαι, καὶ τὸν μὲν ξένον ἐπιστάντα ὑπηρετῶν ἀναπαύσεις, σεαυτὸν δὲ περικεκαλυμμένως, ἀσιτίᾳ περιφράξεις. Διπλοῦς ἔστω σοι τῶν ἀμφοτέρων ἔργων ὁ μισθὸς ἑνὶ ἑκάστῳ τὸ πρακτικὸν δι' ἀρετὴν ἀπονέμοντι· |
|
μὴ ἕνεκεν γαστρὸς συνέσθιε τῷ ἀδελφῷ, ἀλλ' ἕνεκεν Χριστοῦ συναυλίζου τῇ ἀγάπῃ. Κόρος σιτίων λογισμοὺς σιτίζει, καὶ μέθυσος ὕπνον φαντασίας ποτίζει. Τέθνηκε μετὰ τὸν φάραγγα τῆς τρυφῆς ἡδονὴ καὶ πνεῖ ἐν τῷ τάφῳ τὰ τῆς γαστρὸς λαγνεύματα. Οἱ πόνοι τῆς κληρουχίας τελευτῶσιν εἰς ἀνάπαυσιν, οἱ δὲ τρόποι τῆς τρυφῆς τελευτῶσιν εἰς κατάκαυσιν. Ὁ τῆς σαρκὸς τὸ ἄνθος τῇ ἀσκήσει μαραίνων καθ' ἡμέραν ἐν τῇ σαρκὶ μελετᾷ τὴν ἑαυτοῦ τελευτήν. |
|
Καρδίας λογιστεία τὸ σῶμα συμμετρείτω, ἵνα μὴ τούτου πληγέντος, καὶ αὕτη κοπιάσῃ· ἀρκείσθω σὰρξ τὰ φυσικὰ περικόπτειν· ἡ σωματική σου γυμνασία ἐν τοῖς ἤθεσιν οἰκονομείσθω, ἵνα μάθῃς καρδίᾳ πονεῖν, καὶ ψυχῇ συμπονεῖν. |
[20] |
ΠΓ 79.1117.55 - 79.1120.36 ΚΕΦΑΛ. Κʹ. |
|
Οἱ τοῦ προσώπου τὴν ὠχρείαν ἐν τῇ ἀσκήσει λάμποντες τὸν παρὰ τῶν ἀνθρώπων ἔπαινον καὶ πρὶν 79.1120 ἐλθεῖν ῥιπτέτωσαν, τοῦτον τοῦ λογισμοῦ, καὶ πρὸ τῆς συντυχίας ἔνδον ἐμβάλλοντος. Ὅταν χρονίσῃς ἀπεχόμενος οἴνου, καὶ ἐλαίου, καὶ τῶν περιττῶν, τότε οἱ λογισμοὶ τοὺς χρόνους σοι μετ' ἐγκωμίων ψηφίζουσιν ὑπενδοῦναί σε τοῖς πόνοις διὰ τὸ σῶμα γυμνάζουσι. Εἰκότως οὖν τοῖς κακογνώμοσιν ἀντιφθέγξῃ διαψηφισταῖς, ὅσα πρὸς ἀνατροπὴν τῆς ἐκείνων σκαιωρίας ἀντίκεινται. |
|
|
|
|
CHAPTER
19 |
|
|
|
|
|
19. [Apophthegm. 1] A brother, praised for his [ascetical] labors by the demons by those who were in him, sang the psalm [verse]: “Let them immediately turn back, covered with shame, who say to me: Well done! Well done!” (Ps 69:4). Do not tolerate the thoughts that present before you a long cycle of years in the solitary life, lest they make your labors dependent on their severity, and you become the prisoner of boasting by your persevering in life in the desert. Persevere, instead, in the memory of your unworthiness - that you are a useless servant (cf. Lk 17:10). |
Τίς τῶν ἀδελφῶν τοὺς πόνους κατὰ δαιμόνων, ὑπὸ τῶν ἔνδον ἐπαινούμενος ἔψαλλεν. "6̓Αποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι· Εὖγε„ εὖγε„"6 Μὴ τὸν λογισμὸν ἀνάσχῃ πολυετῆ σοι κύκλον ἐν τῷ μονήρει βίῳ φερόντων, ἵνα μή σου τοὺς πόνους τοῖς χρόνοις κρεμάσωσι, μηδὲ ἐν τῇ ὑπομονῇ τῆς ἐρημίας καυχήσει ζωγρηθῇς· ἀλλ' ἐν τῇ ὑπομονῇ τῆς εὐτελίας τοῦ δοῦλος ἀχρεῖος εἶναι μνήσθητι. |
[Apophthegm. 2] , There was an elder among the seasoned hermits whom they were trying to forcibly remove from the desert because of his extreme old age. But he said to them: “Stop doing violence to me, for I, en evildoer, have not yet been recalled from exile.” And as I sought to understand this word of teaching, he said: “First, assiduously seek to understand the interior fear, and then you will find in yourself the fiery word that teaches man knowledge.” And when he was asked again about fear he responded: “He who is anxious to remember death is also guided on the road of the fear of judgment.” |
1120b Διὰ γῆρας βαθύ τινα τῶν καρτερικῶν μονηρεμίτην πρεσβύτην ἐκ τῆς ἔρημίας αἴρειν ἐβιάζετό τις. Ὁ δὲ πρὸς αὐτόν· Παῦσαι, φησὶ, βίας, οὔπω γὰρ τῆς ἐξορίας ὁ κακοῦργος ἀνακέκλημαι. Ζητοῦντος δέ μου τοῦτον τῆς διδασκαλίας λόγον μαθεῖν, ἐφη· Ζήτει, πρῶτον ἐμπόνως τὸν ἔμφυτον φόβον, καὶ τότε ἐνδον εὑρήσεις τὸν ἐμπυρον λόγον, τὸν διδάσκοντα ἄνθρωπον γνῶσιν. [ ] Ὁ μέριμναν ἔχων τοῦ θανάτου τὴν μνήμην, ὁδηγεῖται καὶ εἰς τὸν τῆς κρίσεως φόβον. |
|
|
|
|
CHAPTER
20 |
|
|
|
|
|
20. Let fear make you familiar with the sacred Scriptures every day: for it is by frequenting them that you will drive out your conversation with thoughts. He who by meditation treasures the divine scriptures in his heart easily expels [tempting-]thoughts from it. During the night reading at the vigils, when we listen to the sacred [Scriptures], let us not allow our ears to die in sleep, and let us not deliver our souls to the captivity of [tempting-]thoughts. Instead, let us pierce our heart with the spur of the Scriptures, so that by piercing our attention we may smite away the opposing indifference. |
Φόβῳ τῶν θείων Γραφῶν καθ' ἑκάστην συνόμιλος γίνου· τῇ γὰρ τούτων συν συνουσίᾳ λογισμῶν ἐξοίσεις ὁμιλίας. Ὁ μελέτη τὰς θείας Γραφὰς θησαυρίζων ἐν τῇ καρδίᾳ, τοὺς λογισμοὺς [1120c] ἐκ ταύτης ῥαδίως ἐκβάλλει. Ἀναγνώσει νυκτερινῇ ἐν ταῖς ἀγρυπνίαις τῶν θείων ἀκροώμενοι, μὴ τὰς ἀκοὰς τῷ ὕπνῳ νεκρώσωμεν, μηδὲ τῇ τῶν λογισμῶν αἰχμαλωσίᾳ τὴν ψυχὴν προδώσωμεν, ἀλλἀ τῷ κέντρῳ τῶν Γραφῶν τὴν καρδίαν κατανύξωμεν, ὅπως τῇ τῆς ἐπιμελείας κατανύξει τὴν ἀντίζυγον ἀμέλειαν διχοτμήσωμεν. |
|
ΠΓ 79.1120.37 - 79.1121.18 ΚΕΦΑΛ. ΚΑʹ. |
Τινὲς διὰ φήμην, καὶ οὐκ ἐπιμέλειαν ψυχῆς, τοῖς εὐλαβέσι φιλιοῦνται, ἵνα ἑαυτοῖς κόσμον περιποιήσωσιν ἀπόνως· | |
|
ὁ δὲ διὰ μνήμην τῶν ἐπουρανίων, δι' ἀγάπην πυρούμενος, τὴν ἀρέσκειαν τῶν ἐπιγείων ἐκ τῆς ἐννοίας ἐκκαθαίρεται. |
|
Τὸ διαμαρτυροῦν σοι συνειδὸς μὴ παραπέμπου λογισμῷ καταφρονοῦντι, καὶ γλυκολογοῦντι τὸ πταῖσμα, τῷ φιλονεικοῦντι μὴ συνδιατείνου, ἵνα μὴ πάθει πάθος στρατεύσας τῆς ἀρετῆς ἡττηθῇς, |
τῷ ὑπερηφάνῳ μὴ συνεπαίρου λογισμῷ ἀντιφυσῶντι εἰς ἀντάνεμον πνεῦμα. | |
|
Οὐκ αἶνος γλώσσῃ τροχαλῶς φθεγγομένῃ, ἀλλὰ χείλεσι δόξα εὐσταθῶς κινουμένοις· |
|
ἀκροώμενος λόγων, ἐρώτα τὸν νοῦν σου καὶ τότε διακρίνας τὸ ψήφισμα δώσεις· |
|
μὴ παραλογίζου τὸν νοῦν σου ἀβουλίᾳ ῥημάτων, ἵνα μὴ κρημνησθείη ἡ χανανιτίς σου γλῶσσα. |
|
Μή σε πνεῦμα πολυῤῥῆμον πλανήσῃ, ἐν αὐτῷ γὰρ φωλεύει τὸ δόλιον ψεῦδος |
|
Ὁ ταῖς παρ' ἑτέρων λοιδορίαις 79.1121 δακνόμενος, καὶ μὴ ταύτας τῷ διαβόλῳ προσρίπτων. τὸν τῶν λογισμῶν αὐτοῦ δῆμον ἑαυτῷ ἐπεγείρει, καὶ εἰς ἑαυτὸν βέλη σκευάζειν ἔτι μᾶλλον ἐρεθίζει, ἐν τῷ τὴν ψυχὴν διὰ τῶν τοιούτων τιτρωσκομένην συμπίπτειν. |
Ἕνεκεν διακονίας ἐπ' ἀλλοδαπῆς ἐὰν βαδίσῃς, μὴ φιλοξενεῖσθαι παρὰ πάντων εὐτρεπίζου, ἀνάξιον σεαυτὸν τῆς δόξης καταλέγων ἵνα οὕτω τὸν τῆς λοιδορίας λογισμὸν φυγαδεύσῃς, κἂν λέγῃ τἀληθῆ. | |
|
Νομίζω, ὡς, οὐκ οὔσης ἀγάπης, λοιδορούμενος τὰ μέγιστα, ἢ ἀδικούμενος, οὐ μνησικακήσεις, ἀλλ' εὐλογήσεις. Ὁ γὰρ δαίμοσι μνησικακῶν, ἀνθρώποις οὐ μνησικακεῖ· εἰρηνεύει δὲ μετὰ δαιμόνων, ὁ τῷ ἀδελφῷ μνησικακῶν. Ἐμπρησμὸς καρδίας μῆνις ἀντιλογίας, ψυχαὶ δὲ ἀμνησικάκων δροσίζονται πνευματικῶς· |
|
ἄνθρακες πυρὸς σπινθῆρας ἐρεύγονται, οὕτω καὶ μνησίκακοι ψυχαὶ λογισμοὺς πονηρούς· ὥσπερ πληγὴ σκορπίου δριμύτατον ἔχει τὸν πόνον, οὕτω καὶ μνησίκακος ψυχὴ πικρότατον ἔχει τὸν ἰόν. |
|
|
PART
TWO |
|
|
|
|
|
|
|
CHAPTER 21 |
ΠΓ 79.1121.23 - 79.1124.7 ΚΕΦΑΛ. ΚΒʹ. |
|
|
|
|
21. |
Πνεύμασι πορνείας μνησικάκει καὶ κενοδοξίας, δυσὶ πικροῖς δαίμοσιν ἐναντίοις ἀλλήλων· ὁ μὲν γὰρ πρόσωπα φεύγει, ὁ δὲ προσώποις χαίρει. Καὶ ὁ μὲν τῆς ἀσελγείας δαίμων τῷ τῆς ἀσκήσεως ἀγωνιστῇ τὰς ῥυπαρίας ἄφνω ἀκοντίσας ἐφάλλεται ὀξέως, τῆς διαπύρου τῶν πόνων δᾳδουχίας τὴν θέρμην μὴ φέρων, τῷ δὲ τῆς ἐγκρατείας χαυνωθέντι κολακείᾳ ἡδονῶν τὸ κατ' ὀλίγον ἐπιβατεύει συνομιλεῖν τῇ καρδίᾳ, ἵνα ἐξαφθεῖσα ταῖς κακίαις διαλεχθῇ καὶ αἰχμαλωτισθῇ, καὶ τὸ τῆς ἁμαρτίας μῖσος εἰς πέρας ἀγάγῃ. |
|
Ὁ δὲ τῆς κενοδοξίας πλάνος δημοχαρὴς τυγχάνων παρεσκιασμένως ἐφίσταται τῇ ψυχῇ τῶν ἐθελοπόνων τὴν δι' ὧν πόνων ἐργάζονται δόξαν ἐν αὐτοῖς θηρώμενος. |
|
Εἴ τις οὗν βούλοιτο σὺν Θεῷ τούτων περιγενέσθαι, λεπτυνέτω τὴν σάρκα κατὰ τῆς πορνείας, ταπεινούτω δὲ τὴν ψυχὴν κατὰ τῆς κενοδοξίας. Οὕτω γὰρ ῥᾳδίως τοῦ μὲν τὴν ματαίαν δόξαν ἐξώσομεν, καὶ Θεῷ εὐαρεστήσομεν, τοῦ δὲ τὰς ἀκαθάρτους φαντασίας φυσήσομεν, καὶ καθαρὰν ἡδονῶν τὴν καρδίαν ποιήσομεν. |
|
|
|
|
CHAPTER 22 |
ΠΓ 79.1121.23 - 79.1124.7 ΚΕΦΑΛ. ΚΒʹ. |
|
|
|
|
22. |
Χαλεπώτατόν ἐστι συνηθείᾳ ἡδονῶν συνθάπτεσθαι τὴν καρδίαν, καὶ πολλῶν χρεία κόπων τὴν νομὴν κακῶν εἰς ἄκρον ἐκκόψαι. Μὴ οὖν ταῖς ἡδοναῖς τὸν λογισμὸν συνομιλεῖν ἐθίσῃς· ἐν γὰρ συλλόγῳ κακῶν ἐκκαίεται πῦρ οὕτω γὰρ ἐκθερμαίνοντές σε, λογίζεσθαι ποιοῦσι κόπον εἶναι τὴν πυρὰν τῆς φύσεως κρατῆσαι, καὶ ὅτι πολὺς ὁ τῆς ἐγκρατείας βίος, ἀναφέρουσι δέ σοι καὶ μνήμας ὧν σε νύκτωρ φαντάζουσιν αἰσχρῶν, μορφάζοντές σοι πυρωτικὰ τῆς πλάνης εἴδωλα, εἶτα καὶ σφοδρότερον ἐν τῇ σαρκὶ ἐξάψαντες τὸν πυρετὸν τῷ νόμῳ τῆς ἁμαρτίας γνωμοδοτοῦσί σοι ἔνδον, ὅτι οὐκ ἰσχύεις κατασχεῖν τὴν τῆς φύσεως βίαν, κἂν σήμερον ἁμαρτήσῃς δι' ἀνάγκην, ἀλλ' αὔριον μετανοήσεις διὰ τὴν ἐντολήν. Φιλάνθρωπος γὰρ ὁ νόμος, καὶ συγχωρῶν ἁμαρτίαν τοῖς μετανοοῦσι. Καὶ φέρουσί τινας τῶν μετ' 79.1124 ἐγκρατείας πταισάντων, καὶ πάλιν μετανοησάντων· ἵνα ἐκ τούτων πιθανοποιήσωσι τῆς ἑαυτῶν ἀπάτης τὴν συμβουλήν· ὅπως τῇ ἀντιστρόφῳ μετανοίᾳ ψυχὴν ἀνακαλέσαντες, τὸν ναὸν τῆς σωφροσύνης πορνεῖον ποιήσωσιν. Οὕτως ὑποσυρίζουσιν οἱ δίγλωττοι τὸν λογισμὸν ὄφεις ἐν τῶ κινουμένῳ τῆς καρδίας ἐργαστηρίῳ.
|
|
ΠΓ 79.1124.12 - 79.1125.2 ΚΕΦΑΛ. ΚΓʹ. |
[23] |
Σὺ δὲ, ὦ τῆς ἐγκρατείας ἄνθρωπε, μὴ προφάσει πάλιν μετανοίας δελεάζου ἐλπίσιν ἀδήλοις, πολοὶ γὰρ πεσόντες εὐθὺς ἀνηρπάγησαν, ἕτεροι δὲ ἀναστῆναι οὐκ ἴσχυσαν τῇ τῶν ἡδονῶν συνηθείᾳ ὡς ὑπὸ νόμον δεθέντες. Τί γὰρ οἴδας, ἄνθρωπε, εἰ ζήσεις, ἵνα καὶ μετανοήσῃς, ὅτι χρόνους ζωῆς ἑαυτῷ ὑπογράφεις ; Κὰνταῦθα πταίων, τῇ σαρκι σου χαρίζῃ, δέον μᾶλλον χαρίσασθαι σεαυτῷ θανάτου τὴν φοβερὰν τῆς κρίσεως δίκην, εἴ πως δυνηθείης τὸ πυρεταῖνον τῆς σαρκὸς φρόνημα κατασβέσαι· οὐ γὰρ ἄλλως κατασβέσεις τὰ πάθη, πρὶν ἢ τῇ σαρκί σου συγκεράσης τοὺς τῆς ἀνασκευῆς αὐτῶν πόνους. |
Οὔτε μὴν ψυχικὰ, πρὶν ἢ τῇ καρδίᾳ ἐξομβρήσεις τοὺς καρποὺς τῆς ἀηάπης. Τὰ μὲν σωματικὰ πάθη ἐκ τῶν φυσικῶν τῆς σαρκὸς τὴν ἀρχὴν λαμβάνει, καθ' ὧν καὶ ἡ ἐγκράτεια, τὰ δὲ ψυχικὰ ἐκ τῶν ψυχικῶν τὴν κύησιν ἔχει, καθ' ὧν καὶ ἡ ἀγάπη. Ἡ ἀγάπη. ἀπαθείας ἐστὶ συνάφεια, παθῶν δὲ ἀπαλοιφὴ, τὴν μακροθυμίαν προφέρουσα, καὶ τὸν ζέοντα θυμὸν καταψύχουσα, τὴν ταπείνωσιν προβάλλουσα, καὶ τὴν ὑπερηφανίαν καταφέρουσα. | |
Love possesses nothing of its own except God, for God is love itself (1Jn 4:8). [cf KG 3.86] |
Ἀγάπη ἔχει μὲν ἰδιον οὐδὲν πλὴν τοῦ Θεοῦ· αὔτη γάρ ἐστιν ὁ Θεός. |
|
|
|
|
CHAPTER 23 |
|
|
|
|
|
23. |
Ὁ εἰς τὴν φαιδρὰν τῶν μοναχῶν σύγκλητον νεοπαγὴς τυγχάνων, ἀπωθείσθω τοὺς λογισμοὺς τοὺς προσιόντας αὐτῷ εὐφημίας ἀπὸ τῆς συγγενείας, ἱνα μὴ τὸν ἐξ ἀνθρώπων ἐπαινον, ἀλλὰ τὸν ἐκ τῶν ἐντολῶν μακαρισμὸν ἐπιζητοίη. Τῶν δὲ τὰς δειλίας εἰσβαλλόν των δαιμόνων καταθαρσείτω οὐ γὰρ ἐλάβετε πνεῦμα δειλίας πάλιν εἰς φόβον· πνεύματι δειλίας ἑαυτὸν [1124d] μὴ καταπτησσέτω, μήτε τοὺς νυκτερινοὺς κτύπους τῶν δαιμόνων τρεμέτω, ὁπόταν οὔτε κατὰ χοίρων ἔχωσιν ἐξουσίαν. |
|
Ἐν ταῖς ὀψιναῖς οὐν ἐξελθὼν τῆς κέλλης, μὴ θροείσθω, καὶ φεύγων ἀνόπιν εἰσπηδάτω, ὡς τῶν δαιμόνων δῆθεν κατατρεχόντων, ἀλλὰ κλίνας τὰ γόνατα ἐν ᾧ τόπῳ δειλιᾷ εὐξάσθω, οὐ γάρ σοι ἐπιπεσοῦνται κἂν οὕτω σε θροήσωσιν· ἐπειδὰν δὲ ἀναστῇς θάῤῥυνε τὴν καρδίαν, παρακάλει τῇ ψαλμῳδίᾳ, { Οὐ φοβηθήσῃ [λέγων] ἀπὸ φόβου νυκτερίνοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος, καὶ δαιμονίου μεσημβρινοῦ. } Οὕτω γὰρ ἂπαξ καὶ πολλοστὸν ποιήσας, τὸν δαίμονα τῆς δειλίας θᾶττον ἀφ' ἑαυτοῦ ἀπελάσεις. Ἀδυνατοῦντες γὰρ ἔργῳ βλάπειν, ταῖς φαντασίαις τὴν ψυχὴν δειλοκοποῦσιν, ἵνα οἱ [1125α] ἄνθρωποι τοὺς ἀσθενεῖς, καὶ ἀδυνάτους, ἰσχυροὺς καὶ δυνατοὺς εἶναι νομίσωσι.
|
|
|
|
|
CHAPTER
24 [24]
|
ΠΓ 79.1125.6 - 79.1125.35 ΚΕΦΑΛ. ΚΔʹ. |
|
|
|
|
24.[24] Do not dress yourself in the most beautiful garments, so as not to ostentatiously clothe the demon of vainglory. For the virtues are not worn in the beauty of clothing: rather, it is in the beauty of the soul that one wears the gold embroidery of mortifications. Robe yourself, rather, in the fear of the divine punishments of judgment, so that, through fear of inextinguishable fire, you may clothe yourself in the indivisible robe of ascetical works, and be more quickly endowed with insight against the machinations of [tempting-]thoughts. For fear is the beginning of wisdom (Ps.110.10, Prov. 1.7,Sir 1:14). |
Καλλίστοις ἱματίοις μὴ σεαυτὸν περιστολίσῃς, ἵνα μὴ τὸν τῆς κενοδοξίας δαίμονα προφανέστερον ἐνδύσῃ· οὐ γὰρ ἐν κάλλει ἱματίων αἱ ἀρεταὶ φοροῦνται, ἀλλ' ἐν κάλλει ψυχῆς οἱ πόνοι χρυσοφοροῦνται· τὸν δὲ τοῦ Θεοῦ φόβον ἐπενδύου τῶν τῆς κρίσεως κολαστηρίων, ὅπως φόβῳ πυρὸς ἀκατάσβεστον τὴν τῶν πονων θέρμην ἐπενδύσῃ, καὶ θᾶττον κατὰ τῆς κακοτεχνίας τῶν λογισμῶν σοφισθήσῃ, ἀρχὴ γάρ ἐστιν ὁ φόβος τῆς σοφίας. |
One who proclaims the wandering of the [tempting-]thoughts through [his] experience will not be acknowledged by everyone, except for those with experience: for at this stage experience constitutes the path towards the gnostic portion. |
Ὁ τῶν λογισμῶν τὴν πλάνην διὰ πείρας ἐξαγγέλλων, οὐ πᾶσιν εὔγνωστος ἔσται πλὴν τῶν ἐν πείρᾳ, ὁδὸς γὰρ τῆς ἐν τούτῳ τῷ μέρει γνωστικῆς ἡ πεῖρα καθέστηκεν· |
The cause of them both is the praktiké; and if we lay hold of this with greater ascetic effort, | αἰτία γὰρ ἀμφοτέρων ἐστὶν ἡ πρακτικὴ, ἥνπερ πονικώτερον κατέχοντες, |
we will come to know ourselves, we will pass judgment on [tempting-]thoughts and we will come to know God. |
ἑαυτοὺς ἐπιγνωσόμεθα καὶ λογισμῶν καταγνωσόμεθα, καὶ Θεὸν ἐπιγνωσόμεθα. |
One who has experienced the emigration of the praktiké and the homecoming of the gnostiké (cf.2Cor.5:8-9), anoints the simple with the technique of [?tempting-]thoughts must beware so that he does not boast about the gnostiké to exhibit his glory. But if one of these [tempting-]thoughts steals in to exalt him, he must take for his helper the pagan Jethro who gave to Moses the great prophet wise counsel through discerning judgment [inspired] by grace . (Ex.18: 13-27). |
. Ὁ ἐκ πρακτικῆς ἐκδημίας, καὶ γνωστικῆς ἐνδημίας τῶν λογισμῶν τῇ τέχνῃ τοὺς ἀφελεῖς ἀλείφων, βλεπέτω μὴ εἰς ἔνδειξιν δόξης τὴν γνωστικὴν κομπάζῃ· εἰ δὲ λογισμὸς τούτων μεγαλύνων λῃστεύει, εἰς βοήθειαν λαβέτω τὸν Ἕλληνα Ἰοθὸρ, Μωϋσῇ τῷ μεγάλῳ προφήτῃ τὴν ἀπὸ τῆς χάριτος σοφὴν συμβουλίαν διὰ κρίσιν ἐκδόντα. |
Let the power of your thoughts be in your works. For the deeds that one should do are nearer wisdom than the words to be said, just as they require more [ascetical] effort. Just as words shine forth when praktike is present, when works are absent, words do not shine with their power. |
. Ἤτω σου τῶν λογισμῶν ἡ δύναμις τὰ ἔργα, τὰ γὰρ πρακτέα τῶν λεκτέων ἐστὶ φιλοσοφώτερα, καθάπερ, καὶ ἐπιπονώτερα· πράξεως παρούσης ὥσπερ οἱ λόγοι ἐξαστράπτουσιν, ἔργων δὲ μὴ παρόντων, οἱ λόγοι τῶν ἔργων δύναμιν οὐκ ἀστράπτουσι. |
|
|
|
|
CHAPTER 25 |
ΠΓ 79.1125.36 - 79.1128.11 ΚΕΦΑΛ. ΚΕʹ. |
|
|
|
|
25. | Πολιῶν ἔγκλημα, λόγος νεώτερος, καὶ χείλη πέρπερα τινασσόμενα γέλωτι, ὁ δὲ ταράττων καὶ ταραττόμενος εἰκῆ, γαλήνης ἐκτὸς ἔσται, καὶ κλύδωνος οὐκ ὄντος, χειματίζεται. |
[25] |
Μὴ τὴν ἄκαιρον γλῶσσαν λεξιθήρει, ἵνα μὴ τὸ αὐτὸ ὑφ' ὧν οὐ θέλεις ὑπομείνῃς. Φεῦγε πτερνίσαι τοῦ πλησίον τὴν γλῶτταν, ἵνα καὶ σὺ τοῦ διαβόλου τὸν πτερνισμὸν διαφύγῃς· φεῦγε ὀνειδίσαι ἀδελφοῦ σου τὸ πταῖσμα, ἵνα μὴ τῆς συμπαθείας ὡς ἀλλόφυλος ἐκπέσῃς. |
Ὁ τὴν χρηστότητα, καὶ τὴν ἀγάπην εἰς τὸν ἀδελφὸν μὴ ἔχων, πῶς τῆς χριστοφόρου ἀγάπης μέλος ἂν εἵη; | |
Ἐπὰν τῇ συντόνῳ σου νηστείᾳ καὶ ἡσυχίᾳ ἀδελφὸς παραβάλῃ, μὴ τῶν λογισμῶν τὴν ἀηδίαν παραδέξῃ ὑποτιθεμένων σοι ὄχλησιν τῇ ἡσυχίᾳ, ἐγκοπὴν δὲ τῇ νηστείᾳ, | |
They do this so that in seeing your brother you do not
see him as God. [cf Prayer, 122: ὡς θεὸν μετὰ Θεὸν. Maxims 2.23: μετὰ θεὸν θεός] |
ποιοῦσι δὲ τοῦτο ἵνα ἰδὼν τὸν ἀδελφόν σου μὴ ὡς Θεὸν αὐτὸν ἴδῃς. |
|
Τὰς συνεχεῖς τῶν ἀδελφῶν ἐπιστασίας ὀχλήσεις εἶναι μὴ φάσκωμεν, συμμαχίαν δὲ μᾶλλον πέλειν· κατὰ τῆς φάλαγγος τοῦ ἀντιπάλου τὴν αὐτῶν χοροστασίαν ἐμπιστεύσωμεν. Οὕτω γὰρ τῷ φίλτρῳ τῆς ἀγάπης ἑνωθέντες, τὴν κακίαν ἐξωθήσομεν, καὶ τὰ ἔργα τῶν χειρῶν εἰς τὸν τῆς φιλοξενίας θησαυρὸν μετακομίσομεν. 79.1128 |
|
Μὴ, ὡς χάριν παρέχοντες τοῖς ἀδελφοῖς, τούτους δεξιωσώμεθα, ἀλλ' ὡς ὑπόχρεοι ὄντες τῷ δανείσματι μεθ' ἱκεσίας ξενίζωμεν, καθὼς ὑπέδειξε Λώτ. Τινὲς ἐπὶ ξένῳ ἀξιώματι καὶ ξένως ἐπαίρονται, καὶ ὅταν μὲν ξένον καλῶσιν οὐδόλως παρακαλοῦσιν, ἀλλὰ καὶ τὸν τῆς κλήσεως λόγον τῷ τύφῳ πλατύνουσι, τὸν δὲ παραιτούμενον ὡς ἐφ' ὑβρικότα μέμφονται· |
From this great conceit is enkindled, for the [tempting-]thoughts pierce the eye of the soul, [thus] blinding it, so that we thereby use the very best of the commandments in the very worst way.KG 4.47] [cf |
διὰ τοῦτο μέγα φύσημα ἐντεῦθεν ἀνακαίεται. Οἱ γὰρ λογισμοὶ τὸ ὄμμα τῆς ψυχῆς παρακεντοῦντες τυφλώττουσιν, ἵνα ταῖς καλλίσταις τῶν ἐντολῶν κακίστως χρησώμεθα. |
[26] |
ΠΓ
79.1128.12
- 79.1128.49 ΚΕΦΑΛ. Κϛʹ. |
|
Ἴσασι τὴν τῆς φιλοξενίας γλυκύτητα ὅσοι ξενιτεύσαντες ὑπὸ ταύτην ἐξενίσθησαν, ὅτε καὶ λόγος προσηνὴς, [1128c] γλυκεῖαν ἀρτύει τὴν τράπεζαν τῇ καρδίᾳ. Μετὰ πολλῆς οὖν σπουδῆς τὴν φιλοξενίαν χρηστοποιώμεθα, ἵνα μὴ μόνον ἀγγέλους, ἀλλὰ καὶ Θεὸν ὑποδεξώμεθα. "6̓Εφ' ὅσον γὰρ, φησὶν, ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε."6 |
|
|
|
|
CHAPTER
26 |
|
|
|
|
|
26. [Apophthegm. 3] One of those who devote themselves most contemplatively to the praktike responded in this way: [on γνωστικώτερον cf Prak.50] | Τὶς τῶν γνωστικώτερον τὴν πρακτικὴν μετιόντων οὕτως ἀπεκρίνατο· |
The fantasies that the demons cause to reverberate in our hearts are usually erased completely by eager hospitality and generous service, at least if we have freed ourselves in some way from material concerns. And these deeds, when performed in humility and contrition of the heart, usually free more quickly one who suffers from fantasies. |
Τὰς ἐνηχούσας τῶν δαιμόνων ἐν τῇ καρδίᾳ φαντασίας εἴωθεν ἐξαφανίζειν ἡ τῆς φιλοξενίας σπουδὴ, καὶ δαψιλὴς ὑπηρεσία προθύμως γινομένη, εἴπερ τις τῶν ὑλῶν ὁπωσδηποτοῦν ἀπήλλακται· ταῦτα δὲ γινόμενα μετὰ ταπεινώσεως, καὶ συντριβῆς καρδίας θᾶττον ἀπαλλάττειν τῶν φαντασιῶν τὸν κάμνοντα.
|
For the demons are very much afraid of humility, since they know it is the cloak of the Master (cf. Col 3.12). | Σφόδρα γὰρ δεδοίκασι τὴν ταπείνωσιν οἱ δαίμονες, εἰδότες ταύτην δεσποτικὴν γεγενῆσθαι στολήν. |
[Apophthegm. 4] Concerning humility a man of experience also related this: he said that a Father, one of those who are very experienced, was struck on the cheek by a demoniac who was seriously deprived of reason. He immediately turned around and offered the other cheek (cf. Mt 5.39, Lk 6.29), and the demon, as if struck in turn by the ray of humility, began to scream, and suddenly leapt out of the creature. |
Τίς τῶν δοκιμωτάτων περὶ ταπεινώσεως λόγον κινῶν, καὶ τοῦτο κατεμήνυσεν, ὅτι Πατὴρ, φησὶ, τῶν πάνυ δοκίμων ὑπὸ δαιμονῶντος, καὶ δεινῶς ἀφραίνοντος τὴν σιαγόνα κρουσθεὶς, εὐθὺς ἐναλλάξας, καὶ τὴν ἄλλην ἑτοίμην παρέθηκεν, ὁ δὲ ὡς ὑπὸ ἀστραπῆς τῆς ταπεινώσεως ἀντικρουσθεὶς, καὶ κραυγάσας, ἀθρόως τοῦ πλάσματος ἀφήλλατο. |
ΠΓ 79.1128.52 - 79.1129.31 ΚΕΦΑΛ. ΚΖʹ. | |
[Apophthegm. 5] This saying comes from the holy bishop Epiphanius. He says it happened that the son of a faithful widow had within him the demon Python, that had resisted treatment for a long time. Now his mother, humbled by mourning, alleviated his suffering by her thanksgiving: by suspending the soul on the cross she expelled the demon from her child by her prayers. | Ἐπιφανίου τοῦ ἁγίου ἐπισκόπου καὶ οὗτος ὁ λόγος. Ἐγένετο ὅτι, φησὶ, χήρας πιστῆς υἱὸς ἕχων 79.1129 δαίμονα Πύθωνος, ἐν τῇ πληγῇ χρονίσας θραπείαν οὐχ ὑφίστατο. Τῆς δὲ τούτου μητρὸς ἐπιταπεινωθείσης τῷ πένθει, εὐχαριστία τὸ πάθος κατέψυξεν, ἤπερ ἐκ σταυροῦ τὴν ψυχὴν κρεμάσασα, τὸν δαίμονα τοῦ παιδὸς ταῖς εὐχαῖς ἀπέῤῥηξε· |
As the boy wandered in the neighborhood while his mother prayed at home, the demon, screaming her name, was pursued by these torments. Hearing this, she did not rush to the scene, having restrained the conflict of his nature by her humility; but, unwillingly dragged outside by others, the demon became furious at being compelled to escape. | τοῦ γὰρ νέου ἐν τοῖς μέρεσι τοῖς πέριξ πλανωμένου καὶ τῆς μητρὸς οἴκοι εὐχομένης, τὸ ταύτης ὅνομα βοῶν ὁ δαίμων βασάνοις ἠλαύνετο· ἡ δὲ αὐτὸ τοῦτο ἀκούουσα, οὐκ ἐπέδραμε τῷ πράγματι τὴν μάχην τῆς φύσεως τῇ ταπεινώσει δεσμεύουσα, ἑλκομένη δὲ παρ' ἄλλων ἀβουλήτως ἀπήγετο, ἐπέκεινα δὲ καὶ ὁ δαίμων χρῆσθαι τῇ φυγῇ ἐμαίνετο. |
She therefore, standing near her child, embraced him while weeping and brandished her thanksgiving and humility against the demon. After she had shed bitter tears, begged Christ and made the sign of the cross, the demon quickly fled from her child before receiving these many blows of the whip. |
Ἡ μὲν οὖν ἐπιστᾶσα, καὶ τοῖς δάκρυσι τὸν παῖδα περιπτυξαμένη, τὴν εὐχαριστίαν, καὶ ταπείνωσιν κατὰ τοῦ δαίμονος προὐβάλλετο, πικρῶς δὲ κλαυσάσης, καὶ Χριστὸν ἱκετευσάσης, καὶ τὸν σταυρὸν τυπωσάσης, πρὶν μαστίγων πολλῶν, θᾶττον τοῦ παιδὸς ὁ δαίμων ἀπέδραςε. |
|
|
PART
THREE |
|
|
|
|
|
|
|
CHAPTER
27 |
|
xx |
|
|
|
27. The demons are very jealous of those who shine in their submission to a [spiritual] father and they gnash their teeth at them because they combine submission with renunciation in the absence of care. They catalogue pretexts against [the father], raising exasperation to its height; and when anger erupts they inscribe resentment in themselves, and they then go so far as to gradually boil hatred against the Father, as if he actually punishes unjustly and only pays attention to appearances. [This] they do in order to unsettle the soul on all sides and in various ways, and then to tear it from the paternal arms. |
Σϕόδρα ζηλοῦσιν οἱ δαίμονες τοὺς ἐν ὑποταγῇ Πατρὸς ἀστράπτοντας, καὶ τρίζουσι κατ' αὐτῶν τοὺς ὀδόντας, ὅτι ἐν τῇ ὑποταγῇ τὴν ἀποταγὴν ἀμερίμνως ἐζύγωσαν, καθ' ὧν καὶ προφάσεις ἀκριβολογοῦντες παροξυσμοὺς ἀρτύουσι, καὶ τῇ συμβαινούσῃ ὀργῇ, τὴν μῆνιν ἐγγλύφουσιν, ἔπειτα δὲ καὶ μῖσος πρὸς τὸν Πατέρα κατ' ὀλίγον ἑψοῦσιν, ὡς ἅτε δῆθεν ἀδίκως ἐπιπλήττοντα, καὶ κατὰ πρόσωπον προσέχοντα· ἵνα ἐκ διαφόρων τρόπων τὴν ψυχὴν περιτινάξαντες, τῶν ἀγκαλῶν σκορπίσωσι τῶν πατρικῶν. |
He therefore who is in submission to the [spiritual] father must not allow himself to be overcome by slights: let him achieve victory by humility; let him be tempered by patience; and finally let him not receive the murmuring thoughts from below, directed against the severity and boldness of the brothers. | Ὁ οὖν ἐν ὑποταγῇ Πατρὸς ὑπάρχων, ὕβρεσιν ἡττάσθω, καὶ ταπεινώσει νικάτω, καὶ μακροθυμίᾳ ῥυθμιζέσθω, καὶ μὴ τῶν λογισμῶν ὑπογογγυζόντων ἀνεχέσθω πρὸς αὐστηρότητα, καὶ ἀδελφῶν θρασύτητα. |
|
ΠΓ 79.1129.32 - 79.1132.10 ΚΕΦΑΛ. ΚΗʹ. |
|
Καὶ ὅτι μοχθηρᾶς δουλείας ἡ ἐλευθερία ἰσόζυγος οὐ τυγχάνει, εἰσβάλλουσι γὰρ μάλιστα, καὶ περαιτέρω τούτων, ἵνα αὐθάδη τὸν ὑπεξούσιον ποιήσαντες, εὐχερῶς εἰς τὰς ὕλας περιπείρωσι· τοὺς μὲν γὰρ καὶ διὰ τούτων τῆς πατροσύνης χωρίσαι σπουδάζουσι, τοὺς δὲ καὶ δι' ἑτέρων. Ἔργασαι, καὶ κτῆσαι, καὶ ξένισαι, ἔνδον ἐπᾴδοντες, ὅπως ὄνομα καλὸν σεαυτῷ περιποιήσῃ· ἀπὸ γὰρ τῶν δῆθεν καλῶν τὰ ζιζάνια τῆς πονηρίας τὸ κατὰ μέρος ἐνσπείρουσι, |
|
καὶ παρὰ μὲν τὰς ἀρχὰς ἀφιᾶσιν αὐτὸν τῇ κενοδοξίᾳ ἐγγλυκαίνεσθαι, καὶ νήφειν τῇ συνεχεῖ νηστείᾳ, καὶ προθύμως ἀνίστασθαι ἐν ταῖς προσευχαῖς, καὶ ἐν ταῖς συνάξεσιν, ὡς ἵνα λογίζηται, ὅτι Ὑπεξούσιος ὢν τοιοῦτος οὐκ ἐτύγχανον· ἐκεῖ γὰρ καὶ ὕβρεις, καὶ λύπαι, καὶ ταραχαὶ, ἐνταῦθα δὲ εἰρήνη, καὶ γαλήνη, καὶ χαρὰ, ἐκεῖ Πατρὸς αὐστηρία, καὶ φόβος, καὶ ἐπιπληξία, ἐνταῦθα δὲ ἀμεριμνία, καὶ ἀφοβία, καὶ ἀπληξία. Καὶ οὕτω ἐν τοῖς τοιούτοις κλέψαντες αὐτοῦ τὸν νοῦν ὑφαρπάζουσιν· ἄφνω δὲ ἐπιστάντες ὕπνῳ ὑπερορίῳ τὴν ψυχὴν φόβῳ ῥαντίζουσι, καὶ τὰς συνάξεις ἀμελείᾳ καὶ ἀκηδίᾳ ὑπεκκόπτουσι, καὶ τὴν ξενοδοχίαν ὄχλησιν εἶναι ὑπομνηματίζουσι, καὶ πάντα μάγγανα τῆς κακίας ἐπάγουσιν, ἵνα τὴν ἀκηδίαν αὐτῷ προσρίψαντες, καὶ πρὸς αὐτὸν τὸν βίον μῖσος ἐργάσωνται, καὶ οὕτω γυμνὸν αὐτὸν τῶν 79.1132 ἀρετῶν στήσαντες τοῖς ἀγγέλοις δειγματίσωσι. |
|
|
|
|
CHAPTER 28 |
|
|
|
|
|
28. |
Ποτὲ μὲν οἱ δαίμονες διὰ τῶν λογισμῶν τοὺς πόνους μεγαλύνουσι, ποτὲ δὲ τούτους εὐτελίζουσιν ὡς μηδὲν ἀνύοντας, ἵνα ὅπου μὲν ἀπόνοιαν ἐνθήσωσιν, ὅπου δὲ ἀπόγνωσιν ἐνσπείρωσι. Τοῖς γὰρ μὴ καμπτομένοις χαυνῶσαι, τοὺς πόνους μεγαλύνουσιν, ἵνα ἀπόνοιαν ἐνθήσωσι, τοῖς δὲ ἀπονοίᾳ κάμπτεσθαι μὴ πειθομένοις, οὐδὲν πλέον, ἀλλ' ἢ τοὺς πόνους ἐπᾴδουσιν ἀνύειν, ἵνα χαυνώσαντες, ἀπόγνωσιν ἐνσπείρωσιν. |
[Sinc 29] |
ΠΓ 79.1132.13 - 79.1132.56 ΚΕΦΑΛ. ΚΘʹ. |
|
Ὅταν οὖν οἱ λογισμοὶ τοὺς πόνους μεγαλύνωσι, τούτους ἀποπτύοντες, τὴν ψυχὴν εὐτελίζωμεν, ὅταν δὲ πάλιν τοὺς πόνους σμικρύνωσιν ὡς μηδὲν ἀνύοντας, ἡμεῖς, ὅση δύναμις, τὰ ἐλέη Χριστοῦ μεγαλύνωμεν· |
|
ὅσον γὰρ ἐπὶ πλεῖον σκληραγωγεῖς σου τὸ σῶμα, τοσοῦτον διερευνᾷς σου τὸ συνειδός. Ἐπίγνωθι σαυτὸν, ἐπαισθανόμενον τῶν ἐν κρυφῇ τῶν λογισμῶν διαρπαγῶν, μήπως ἀναισθήτως φερόμενοι περὶ τὰς κρυπτὰς αὐτῶν λῃστείας σκιασθῶμεν, μόνῃ τῇ σκληρουχίᾳ τρυγᾷν τὰς ἀρετάς. Οὕτω γάρ τινες φαντασθέντες, τῶν φρενῶν ἐξετινάχθησαν ὡσεὶ ἀκρίδες, τῶν δαιμόνων φαντασιοκοπούντων, καὶ τὰς ὁράσεις παραφερόντων, ἐσθ' ὅτε δὲ, καὶ δειλίᾳ τὴν ψυχὴν διαρπαζόντων. |
|
|
|
|
CHAPTER
29 |
|
|
|
|
|
29. [Apophthegm. 6] While one of the brothers kept vigil at night the demons crafted frightening fantasies, not only for his outward eye but also in his interior sight so that as he struggled with anxiety the following night, he risked the loss of his reason; and for several nights the battle against the soul continued. But he who was in danger forced himself to inwardly restrain the ruling faculty [hegemonikon] of his mind, entrusting his soul to the giver of prayer: placing before himself the actions of his faults, he forced himself to gaze within at them. Thus by drawing the soul’s attention to the fire of judgment he instilled fear in it, so that by striking fear with fear he might repel cowardice. And so it happened, just as the one who experienced th[is] warfare said. |
Τινὶ τῶν ἀδελφῶν ἐγρηγορότι νύκτωρ φοβερὰς φαντασίας ἐξετύπουν οἱ δαίμονες, οὐ μόνον τῷ ἔξωθεν ὄμματι, ἀλλὰ καὶ τῷ ἔσωθεν βλέμματι, ὥστε μερίμνῃ τῆς ἐπιούσης νυκτὸς τὸν νοῦν ἀγωνιῶντα κινδυνεύειν τὴν τῶν φρενῶν διαρπαγὴν, καὶ ἐπὶ πλείους νύκτας ὁ πόλεμος τῇ ψυχῇ ἀφίπτατο, ὁ δὲ κινδυνεύων ἔνδον κατέχειν τὸν ἡγεμόνα τῶν φρενῶν ἐβιάζετο, τῷ τῆς εὐχῆς δοτῆρι τὴν ψυχὴν ἀποκρεμνῶν, καὶ τὰς πράξεις τῶν πταισμάτων καθ' ἑαυτοῦ προφέρων εἰσιδεῖν ἑαυτὸς ἠγωνίζετο· ἔπειτα καὶ τῇ πυρᾷ τῆς κρίσεως τὴν ψυχὴν περισπῶν ἐξεφόβει, ἵνα φόβῳ φόβον συγκρούσας τὴν δειλίαν ἀποκρούσηται, ὥσπερ οὖν καὶ γέγονεν, ὡς ἔφησεν ὁ πεπονθὼς τὸν πόλεμον. |
For while the demons were terrifying the soul in many ways, the sufferer sought God in prayer; and while they were distracted his soul with fantasies, he gathered up the heap of his failures and disclosed them to the all-seeing God. And when they then tried to draw his eye from prayer, he countered with the fear of judgment and erased his fear of phantasms. |
Τῶν γὰρ δαιμόνων πολυτρόπως τὴν ψυχὴν ἐκφοβούντων, ὁ κάμνων τῇ εὐχῇ τὸν Θεὸν ἐπεζήτει, ἐκείνων δὲ ταῖς φαντασίαι; τὴν ψυχὴν περισπώντων, οὗτος τῶν πταισμάτων τὸν ὄγκον ἀναλέγων, τῷ παντεπόπτῃ Θεῷ ἐπεδείκνυε· τῶν δὲ πάλιν τῆς εὐχῆς τὸ ὄμμα κατασπώντων, ἐκεῖνος τὸν φόβον τῆς κρίσεως ἀνταμείψας, τὸν φόβον τῶν φαντασμάτων ἐξηφάνισε· |
For when one portion of fear exceeded the other, it overcame error with God['s help]. When the soul was humbled through remembrance of sins and awakened from sleep by the fear of judgment, it exhaled from within the terrors of the demons. But everything arose from the grace from above: casting out the terrors of the demons and sustaining the falling soul. For The Lord upholds all who are falling and raises up all who have fallen (Ps. 144:14). | τὸ γὰρ ἕτερον μέρος τοῦ φόβου πλεονάσαν τοῦ ἄλλου, τῆς πλάνης σὺν Θεῷ περιεγένετο· τῇ γὰρ μνήμῃ τῶν ἁμαρτημάτων ἡ ψυχὴ ταπεινωθεῖσα καὶ τῷ φόβῳ τῆς κρίσεως διυπνισθεῖσα, τὰ φόβητρα τῶν δαιμόνων ἐκ τῶν ἐντὸς ἀπεφύσησε· τὸ δὲ πᾶν τῆς ἄνωθεν χάριτος γέγονε, τῶν μὲν δαιμόνων ἀπελάσαι τὰ φόβητρα, τὴν δὲ ψυχὴν καταπίπτουσαν ὑποστηρίξαι. "Υποστηρίζει γὰρ Κύριος πάντας τοὺς καταπίπτοντας, καὶ ἀνορθοῖ πάντας τοὺς κατεῤῥαγμένους."6 |
|
ΚΕΦΑΛ. Λ́. [PG 79 1133A- 79.1133.39] |
[33] Sometimes we strive to make our prayer pure, and are perhaps unable to do so. But again it sometimes happens that pure prayer is engendered in the soul when we make no effort: for on the one hand our weakness and on the other hand grace from above call on us to rise up to purity of the soul. And at the same time we are trained by both these means not to rely on ourselves in the practice of pure prayer, but to acknowledge the One who bestows the gift: For we do not know how to pray as we ought (Rom. 8:26). So whenever we make an effort to purify our prayer and are unable, but instead find ourselves in darkness, then, drenching our cheeks with tears, let us beg God for and end to the night of warfare and for illumination of the soul's radiance.On the light (φέγγος) of the nous: cf. KG 1.74; KG 1.81; Sc.Prov.258; On Prayer 74 & 75.; P.Log. 17, 39, 40 & 42; Skem 2; 4; 23; 25; 27; Letter 39.5. |
Εστιν ὅτε βιαζόμεθα καθαρὰαν τὴν εὐχὴν ποιῆσαι, καὶ ἴσως οὐ δυνάμεθα. Ἔστι δὲ καὶ πάλιν ὅτε, οὐ βιαζομένων ἡμῶν, καθαρᾷ τῇ προσευχῇ ἡ ψυχὴ ἐγγίνεται, ὅτι ἐγγίνεται, ὅτι τὸ μὲν τῆς ἡμῶν ἀσθενίας, τὸ δὲ τῆς ἄνωθεν χάριτος ἐκκαλουμένης ἡμᾶς ἐπανελθεῖν εἰς τὴν τῆς ψυχῆς καθαρότητα, ἅμα δὲ καὶ δἰ ἀμφοτέρων παιδευούσης ἡμᾶς μὴ ἑαυτηοῖς ἀποδιδόναι ἐν τῷ προσεύχεσθαι, ἀλλ̓ ἐπιγινώσκειν τὸν δωρούμενον. Τὸ γὰρ τί προσευξόμεθα καθ̓ ὃ δεῖ, οὐκ οἴδαμεν. Ὅταν οὖν καθαρῆναι τὴν εὐχὴν βιαζώμεθα, καὶ οὐ δυνάμεθα, ἀλλ̓ ἐσκοτίσμεθα, τότε δάκρυσι τὰς παρειὰς καταβρέξαντες, Θεὸν ἰκετεύσωμεν ἐπὶ τῷ διαλυθῆναι τῆς ψυχῆς τὸ φέγγος. |
|
|
|
|
CHAPTER 30 |
|
|
|
|
|
|
ἕνεκεν διακονίας [1134.Β] ἐπαν ὁ συμβιώτης ἀδελφὸς ἐκδημοίῃ, κατὰ τὸ ἔθος τῶν εὐχῶν, ἀνακαίνιζε τούτου τὴν μνήμην· πέρα δὲ τοῦ μέτρου τοῦτον μὴ φαντάζου, μήπως τὴν ἀρχὴν τῆς μερίμνης ἀπὸ σοῦ λαβόντες οἱ δαίμονες, ταύτην ἀκονῶντες ἐπὶ πλεῖον ἐποξύνωσι, σκιάζοντές σοι τοῦτον ἐν τῇ τῶν ψαλμῶν ὑμνῳδίᾳ, καὶ ὑστεροῦντες ἐν Θεῷ τῆς κατὰ Θεὸν μερίμνης, ἵνα μερίμνῃ μέριμναν ἀντικρούσαντες αἰχμαλώτους ἡμᾶς τῶν κρειττόνων ἀπαγάγωσιν, εἰς τὸ μὴ λογίζεσθαι τὸ, < Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου.> |
|
ἴσασι γὰρ, ὡς ἐκ τῆς περιττῆς περὶ τοῦ ἀδελφοῦ φροντίδος, ὅτι καὶ λύπας ἐντορνεύουσιν ὑποταράττοντες τὸ ἡγεμονικόν. ῎ετι δὲ καὶ μέμψεις βραδύτητος ὑφάπτουσιν, ὡς ὑς ὑπαμελησαντος τοῦ ἀδελφοῦ περὶ τῆς διακονίας σπουδὴν, ὅπως ὁ πολυμέριμνος πόθος ἴσως [1133Ξ] καὶ εἰς μῖσος ἐκτραπῇ. |
|
ἔθος δὲ ἐν ταῖς περὶ τὸν ἀπόδημον μερίμναις καὶ τοῦτο ποιεῖν τοῖς δαίμοσιν, ἐν ᾗ ἴδωσιν αὐτὸν παραγενόμενον ἡμέρᾳ κατόναρ τοῦτον ἐσοπτρίζειν, ἵνα ὡς ἐκ τοῦ ἀποβάντος ἐνυπνίου ποιήσωσιν ἡμᾶς ἐν καιρῷ τῶν ἀποδήμων τοὺς προφήτας τῶν ἐνυπνίων καὶ πάλιν προσέχεσθαι, οὕς ἀποστρέφεσθαι δεῖ μᾶλλον καὶ σφόδρα ἐκτρέπεσθαι, μήπως ἐκ τούτων καὶ εἰς ἕτερα τὴν ψυχὴν ἀποπλανήσωσιν. |
|
ΠΓ 79.1133.39 - 79.1136.12 ΚΕΦΑΛ. ΛΑʹ. |
|
Προΐσασι γὰρ οὗτοι μὲν οὐδὲν, ἃ δὲ βλέπουσι γινόμενα, ταῦτα μηνίουσι, καὶ φαντάζουσι· πολλάκις γοῦν καθ' ἡσυχίαν ὄντων ἡμῶν, θεασάμενοι πρὸς ἡμᾶς ἀδελφὸν ἐρχόμενον, διὰ τῶν λογισμῶν προεσήμαναν, οἷς οὐ χρὴ πιστεύειν, κἂν λέγειν τ' ἀληθῆ νομίζωσι· διὰ γὰρ τῆς δῆθεν ἀληθείας τὸ ψεῦδος παρεισφέρουσιν, ἵνα ἐκ τοῦ κατὰ μέρος ταῖς ἔμπροσθεν ὁδοῖς τοὺς βρόχους ὑπογράφωσιν. |
|
|
|
|
CHAPTER 31[33] |
|
|
|
|
|
|
. Ὥσπερ ἀνέργαστος χρυσὸς, ἐν χωνευτηρίῳ βαλλόμενος, καθαρώτερος γίνεται, οὕτω καὶ νέηλυς μοναχὸς, ἐν κοινοβίῳ τὰ ἤθη ἀναχωνευόμενος, φαιδρὸς ταῖς καρτερίαις ἀποκαθίσταται· διὰ γὰρ τῆς ἐπιταγῆς τῶν ἀδελφῶν τὴν ὑπακοὴν μανθάνειν κατεργάζεται· διὰ δὲ τοῦ ἐπιπλήττοντος ἑτοιμάζεται τὴν φύσιν μακροθυμίαν 79.1136 ἔχειν |
|
. Ὅταν οὖν χαρᾷ τὰς ὕβρεις καταδέχηται, καὶ εὐτελείᾳ τὴν ταπείνωσιν ἀσπάζηται, ἀνώτερος τῶν ἄντικρυς παθῶν γενόμενος, ἐπέκεινα στίλβειν ταῖς ἀρεταῖς ἐπαγωνίζεται, τῆς χάριτος αὐτῷ ἐπὶ πλεῖον τὴν δύναμιν δωρουμένης. Ὥσπερ οἱ τὰς ῥίζας τῆς γῆς κατιόντες τὸν χρυσὸν ἀνορύττουσιν, οὕτως οἱ εἰς τὴν χρυσῖτιν ταπείνωσιν καταβαίνοντες ἀρετὰς ἀναφέρουσι. |
|
Τότε ὁ νοῦς ἀναπαύσεως αἰσθάνεται, ὁπότε τὰς τῶν παθῶν αἰτίας ἀποτεμὼν, περὶ θεωρίαν ἠσχόληται, πρὶν δὲ τῆς τούτων κοπῆς, κόπου, καὶ ταλαιπωρίας ἐπαισθάνεται, τῇ τῶν ἐναντίων μάχῃ ἀσθενῶς προσερχόμενος. |
|
ΠΓ 79.1136.13 - 79.1137.2 ΚΕΦΑΛ. ΛΒʹ. |
|
Βαθμῷ τὴν ἀναχώρησιν γινομένην οἱ γέροντες ἄγαν ἀποδέχονται, εἴπερ τις τὰς ἐν κοινοβίῳ τελέσας ἀρετὰς εἰς τοῦτο παρελήλυθε· καὶ εἰ μὲν δύναιτο ἐν τῇ ἀναχωρήσει προκόπτειν, ἑαυτὸν δοκιμαζέτω. Εἰ δὲ ἀδυνάτως ἔχων τῆς ἀρετῆς ἐλαττοῦται, εἰς τὸ κοινόβιον ἀνακαμπτέτω, μήπως ταῖς μηχαναῖς τῶν λογισμῶν μὴ δυνηθεὶς ἀπαντῆσαι, τῶν φρενῶν ἀποπέσῃ. |
|
Ὥσπερ χήρας πενθούσης παραμύθιον οἱ υἱοὶ, οὕτω καὶ ψυχῆς πταισάσης παρηγορία πόνοι, οἵτινες τὴν ἀπόγνωσιν τῶν λογισμῶν σκορπίζουσι, καὶ τὴν πίστιν τῆς μετανοίας κατασπείρουσι, καὶ τὰ ἐλέη Χριστοῦ ἀνακηρύττουσι, καὶ τὰ πραχθέντα ἁμαρτήματα ἀποκηρύττουσιν. Οὐκ ὀφείλομεν οὖν ὡς ἐκ συνηθείας μόνον τοὺς πόνους ἐργάζεσθαι, ἀλλὰ καὶ ἐν συνέσει εὐχαριστίας, ἵνα μὴ γυμνὴ τῆς τοιαύτης φιλοσοφίας ἡ ψυχὴ εὑρίσκοιτο· ἐὰν γὰρ ἐφ' ἑκάστῃ πράξει σύνισμεν τὸν διδόντα τὰ τέλη τῶν πόνων, εὐχαριστίᾳ σφραγίζωμεν |
|
Ὥσπερ ἄρτον ἀπὸ βρέφους ἐνεδρεύει σκύλαξ ἐξαρπάσαι, οὕτω σύνεσιν ἀπὸ καρδίας λογισμὸς πονηρός. Μὴ οὖν ἐννεάζωμεν τῶν ἐναντίων ἔργων τῇ κακίᾳ χρώμενοι, ἵνα μὴ εἰς διαρπαγὴν τούτοις τὴν ψυχὴν προεκδώσωμεν. Ὥσπερ ἡ τῶν ἀστέρων χορεία δᾳδουχοῦσα φαιδρύνει τὸν οὐρανὸν, οὕτως ἡ τῶν ῥημάτων ἀλήθεια λαμπαδουχοῦσα φαιδρύνει τὸν ἄνθρωπον. Ἕνα οὖν τῆς ἀληθείας τρόπον ἐπὶ γλώττης βαστάζωμεν, ὅτι Κύριος κατοικίζει μονοτρόπους ἐν οἴκῳ. Ὥσπερ ἀστραπαὶ σφοδραὶ προσπηδῶσαι, προμηνύουσι βροντὴν, οὕτω καὶ ῥήσεις ἀκριβεῖς προσιοῦσαι, προσημαίνουσι πίστιν. Πιστοὶ οὖν εἶναι τῇ ἀληθείᾳ σπουδάσωμεν, ἵνα καὶ εἰς τὴν μητρόπολιν τῶν ἀρετῶν τὴν ἀγάπην προκόψωμεν |
|
. Ὡς ἥλιος ταῖς χρυσαυγέσιν ἀκτίσιν ἁπάσῃ προσμειδιᾷ τῇ γῇ, οὕτως ἀγάπη ταῖς φωταυγέσι πράξεσιν ἁπάσῃ προσχαίρει ψυχῇ· ἥνπερ ἐὰν κατάσχωμεν, τὰ πάθη ἐσβέσαμεν, καὶ εἰς οὐρανοὺς ἐλάμψαμεν. Ἅπαντα πόνον ποιήσεις ἕως τῆς ὁσίας ἀγάπης ἐπιτεύξῃ, ὅτι, ταύτης ἀπούσης, ὅφελος τῶν παρόντων οὐδέν. Καὶ γὰρ ὀργὴ ἀγριαίνεται, καὶ ἤθη χαλεπαίνεται, πόνοι ἀπονοούμενοι τῇ δόξῃ συμμίγνυνται. Διὰ ψυχῆς ταπείνωσιν Δαβὶδ μετὰ πένθους 79.1137 ἐνήστευσε, καὶ ἡμεῖς διὰ νηστείας τὴν ψυχὴν ταπεινώσωμεν. |
|
|
|
|
CHAPTER 32
[33] |
ΠΓ 79.1137.3 - 79.1137.45 ΚΕΦΑΛ. ΛΓʹ. |
|
|
|
|
32.[33] |
Ὁ τοῖς σωματικοῖς πόνοις τραχυτέρως ἀσκούμενος, μηδὲ ἐπαίνῳ ἐργαζέσθω, μήτε δόξῃ ἐπαιρέσθω· εἰ γὰρ ἐν τούτοις οἱ δαίμονες ὀφρυώσουσι τὴν ψυχήν· καὶ τὴν τραχύτητα, καὶ τὴν ἄσκησιν τοῦ σώματος ἐνισχύσουσι τῇ δόξῃ, καὶ μειζόνων ἐφάπτεσθαι πόνων ἐφελκύσουσιν, ὡς ἵνα καὶ μειζόνως ἐπαίρηται· |
They speak as it were from within, through tempting thoughts they introduce, such as: “Just as this or that person undertook harsh asceticism and became famous and was still spoken of after death, you too should ascend the very heights [Cf. KG 1.5] of ascetical attainment, |
συλλαλοῦσι γὰρ ἔσωθεν διὰ τῶν λογισμῶν εἰσβάλλοντες ταῦτα, ὅτι Καθὼς ὁ δεῖνα ἀποσκλήρως ἀσκήσας, καὶ ὁ δεῖνα μεγάλως ὠνομάσθη, καὶ θανὼν ἔτι λαλεῖται, οὕτω καὶ αὐτὸς εἰς ἀκρότατον ἐπασκήσεως ἀνάβηθι ὕψος, |
[1137B] and so bring glory on yourself; and your name will grow great and people will often speak of you after your death” | ἵνα δόξαν σαυτῷ περιποιήσῃ, καὶ μέγα σου τὸ ὄνομα ἐξέλθῃ, ἐπὶ τῷ καὶ μετὰ θάνατον ὑπερβαλλόντως λαλεῖσθαι. |
|
Διὰ δὴ τῶν οὕτως ἀπατηθέντων, οὐ μόνον τοῖς σωματικοῖς σου πολεμοῦσι πόνοις, ἀλλὰ καὶ μᾶλλον εἰς συμμαχίαν καλοῦσιν, ὅτι δι' αὐτῶν ἐν τοῖς χαλεπωτέροις ψαύουσι τὴν ψυχὴν, |
|
καὶ γὰρ ἐνθρονίζουσιν αὐτὸν, καὶ εἰς τὸν διδασκαλικὸν ἐξυψοῦσι λόγον, ἵνα ὡς ἐκ τούτου τὰ πρῶτα τῶν μεγαλοπόνων τε καὶ γνωστικῶν ἔχειν εὐφημισθῇ. |
|
Ζηλοῦν δὲ καὶ φθονεῖν εἰσβάλλουσι τοῖς ἐπὶ κατορθώμασιν εὐφημουμένοις, καὶ ὧν θαυμαστὴ μᾶλλον ἡ πρᾶξις, καὶ γνῶσις γειτνιᾷ. Ἔσθ' ὅτε δὲ καὶ τῆς σαρκὸς αὐτοῦ τὴν πύρωσιν ἀποκοιμίζουσι δολερῶς τοὺς ἀκαθάρτους λογισμοὺς ἐκ τῶν ἐντὸς ἐκτοπίζοντες, ὡς ἵνα νομισθῇ τὸ πνεῦμα τῆς πορνείας τῇ κληρουχίᾳ νενικηκέναι, καὶ κατὰ τὴν λαμπρότητα τῶν ἁγίων τὴν καρδίαν ἡγνικέναι, καὶ εἰς τὴν τῆς ἀγιωσύνης ἁψῖδα ἀναβεβηκέναι. |
|
Περὶ δὲ ὧν τε, καὶ ὧν ἀπέσχετο βρωμάτων, καὶ συναπτῶν ἀσιτιῶν ἐπιψηφίζουσιν αὐτῷ τοὺς χρόνους ἐν οἷς ὀφείλει ὡς ἀριστεὺς ἐγκαυχᾶσθαι, καὶ τῆς ἀδελφότητος ὡς εὐτελοῦς κατεπαίρεσθαι· |
|
οὕτω δὲ ἐκδιηγεῖσθαι ποιοῦσιν αὐτὸν τοὺς ἀγῶνας ὡς ἐκ μόνης τῆς αὐτοῦ ἰσχύος κατορθωθέντας, ὅτι Ἐποίησα τάδε, καὶ ἤσκησα τοιῶσδε, καὶ ἐκακουχήθην, ἀποστομοῦντες ἔτι τοῦτο λέγειν, Οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ ἐν ἐμοὶ βοήθεια. Θεὸν γὰρ βοηθὸν ἐφ' οἷς μεγαλαυχεῖν αὐτὸν ποιοῦσιν ὁμολογεῖν οὐκ ἐῶσιν, ἵνα ὡς ἐξ οἰκείας δῆθεν ἰσχύος τὸ πᾶν τῶν ἀγώνων τελέσας, τοὺς ἐπαίνους τῶν ἄθλων ὁλοκλήρως ἀπαιτοίη, ὅπως καὶ εἰς τὸν τῆς βλασφημίας βυθὸν ποντωθείη, αὐτοβόηθον ἑαυτὸν ἀνεπαισθήτως παρεμφαίνων. |
[sinc:34]. |
ΠΓ 79.1137.49 - 79.1140.15 ΚΕΦΑΛ. ΛΔʹ. |
|
Οὕτω τοιγαροῦν τῆς καρδίας διὰ τῆς τῶν λογισμῶν δόξης ἐνηχουμένης, καὶ μὴ ἀντιταττομένης, οὐκ ἐκτὸς ἔσται τῆς ἐν ἀποκρύφῳ τῶν φρενῶν παραπληξίας, τοῦ ἡγεμόνος φρενῶν ἐκτιναχθῆναι κινδυνεύοντος, ἢ δι' ὀνειράτων πιστουμένων, ἢ ἐν ἀγρυπνίαις μεταμορφουμένων, ἢ ἐν μετασχηματισμῷ 79.1140 φωτὸς ὀπτανομένων. Αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτὸς πρὸς ἀπάτην ἡμετέραν, ἴσως χαρίσματα δώσειν ἐνδεικνύμενος, ὡς ἵνα πεσὼν προσκυνήσῃς, ἢ ἀναλαμβάνειν ὡς ἄλλον Ἠλίαν εὐαγγελιζόμενος, ἢ ἁγιάζειν ὑπισχνούμενος, ὧν τινες τὴν πίστιν δεξάμενοι περὶ τὴν ἀλήθειαν ἠστόχησαν, καὶ φρενοβλαβεῖς ἐγενήθησαν. |
|
|
|
|
FINAL EXHORTATION |
|
|
|
|
|
You, therefore, who seek the aid of the Holy Trinity, knowing that for which you laboriously toil, |
Σὺ οὖν, ὦ τῆς ἁγίας Τριάδος ἱκέτα, εἰδὼς ταῦτα ἐν οἷς φιλοπονεῖς, πάσῃ φυλακῇ τήρει σὴν καρδίαν, μήπως τοῖς ἔξωθεν μόνον πόνοις προσέχων, τοῖς ἔσωθεν δολερῶς βροχισθῇς. |
|
Οἱ ἐμοὶ οὖν λόγοι, ὦ τέκνον, εἴρηνται πρὸς σὲ, τὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία· μέμνησο Χριστοῦ τοῦ φυλάσσοντός σε, καὶ μὴ ἐπιλάθῃ τῆς προσκυνητῆς καὶ ὁμοουσίου Τριάδος, ᾗ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. |
Sincewisz Places these sections in Chapter however SC does not |
|
|
|
|
|
|
|
|
|
|
|
CHAPTER 22 |
ΠΓ 79.1121.23 - 79.1124.7 ΚΕΦΑΛ. ΚΒʹ. |
|
|
|
|
This Webpage was created for a workshop held at Saint Andrew's Abbey, Valyermo, California in 1990