|
|
PG
79, 1235-1240;
longer recension in J. Muyldermans, [“M”] “Le Vatic. Barb. Graec 515,” Le
Muséon 51 (1938): 198-204.
Numbering adopted from Sinkewicz, pp. 218-223].
Translation
by Luke Dysinger, O.S.B.
(translation in public domain)
|
|
|
|
EXHORTATIONS
2 |
ΠΑΡΑΙΝΕΣΙΣ ΠΡΟΣ ΜΟΝΑΧΟΥΣ (CPG 2454. PG 79.1235A-1240B) |
|
|
|
|
|
1. [M.9] ̔̀ τρόπον ὄρνεον καλῶς ἱπτάμενον τέμνει τὸν ἀέρα, οὕτως ψυχὴ ὑψοῦται πτερωθεῖσα ταῖς ἀρεταις. |
|
|
|
2. [M.10] ̔́Ωσπερ νεφέλη κωλύει φαίνειν τἀς τοῦ ἡλίου ἀκτίνας, οὕτως ὀργὴ σβέννυσι τὸ φέγγος τῆς ψυχῆς |
|
|
|
3. [M.11] ̔̀Ον τρόπον ὑετοῦ σταγόνες ἀμέτρητοι, οὕτως σοφία Θεοῦ ἀνεξιχνίαστος. |
|
|
|
4. [M.12] ̔́Ωσπερ οὐκ ἔστιν ὕδωρ ἀνενέγκαι εἰς ὕψος μὴ συνκλεισθὲν πανταχόθεν τοῦ μὴ ἔχειν ἔκνασιν, οὕτως καὶ νοῦς οὐκ ἂν φρομήσῃ {ξοδ. - σει} τὰ,ἄνω καὶ ἐν χώρᾳ γένηται τῶν ἀσωμάτων {φο 62 ᾐ, μὴ καθαρεύσας καρδίαν, ἐπιστραφῆναι γὰρ αὐτὸν δεῖ πρὸς ἐκεῖνα ὑφ̓ ὦν κεκράτηται. |
|
|
|
5. [M.13] ́ͅΩσπερ οὐκ ἔστι κατιδεῖν ἐν ὕδατι σαλευομένῳ τὴν ἑαυτοῦ εἰκόνα, οὕτω καὶ νο͂ς οὐ δυνήσεται τὸν Κυρίον ὡς ἐν ἐσόπτρῳ [π.202] ἰδεῖν, μὴ τὰ ἔνδον διορθωσάμενος καὶ ἐκκαθάρος τὴν ψυχὴν τῶν ὑλικῶν παθημάτων. |
|
|
|
6. [M.14] ̔Ως οὐκ ἔστι πύργον οἰκοδομῆσαι ἄνευ τεχνίτου, οὕτως οὐκ ἔστι κτήσασθαι Θεοῦ σοφίαν ἄνευ πολέμου, καὶ οὐκ ἔστι κατορθῶσαι τὸν πόλεμον χωρὶς φρονήσεως, καὶ οὐκ ἔστιν εὑρεῖν φρόνησιν ἄνευ πόθου περὶ τὸ θεῖον καὶ σπουδῆς. |
|
|
|
7. [M.15] ̔́Ωσπερ οὐκ ἔστι ποιῆσαι δένδρον καρπὸν μὴ χρονίσαν ἐν τῇ γῇ ἔχον τοῦ ὑετοῦ τἠν ἀρδείαν· οὕτως καὶ ἄνθρωπος οὐ ποιήσει καρπὸν δικαιοσύνης τέλειον, μὴ ὑπομείνας θλίψεις καὶ πειρασμοὺς διὰ τὴν ἀλήθειαν. |
|
|
|
8. [M.16] ̔́Ωσπερ οὐκ ἔστιν ἐκ σιδήρου γενέσθαι σκεῦος, μὴ βληθὲν ἐν καμίνῳ· οὕτως οὐκ ἔστι γενέσθαι ὅσιον τινὰ ἄνευ πειρατηρίων καὶ πειρασμῶν τοῦ ὑπεναντίου, μὴ καρτερήσαντα. |
|
|
|
9. [M.17]. ̔Ο φεύγων πειρασμὸν ἐπωφελη, φεύγει ζωὴν αἰώνιον. |
|
|
|
10. [M.18] ̔Ο μὴ ὑποφέρων θλίψιν διὰ τὸν Κυρίον, οὐκ ὄψεται τὸν νυμφῶνα τοῦ Χριστου. |
|
|
|
11. [M.19]. {Φο 63} ̔́Ωσπερ ὕδωρ αὔξει φυτὸν, οὕτως θλίψις δικαιοσύνην αὔξει ἐν ψυχῇ δικαίου. |
|
|
|
12. [M.20]. ̔Ο μη ὑπωπισ́ζων καὶ δουλαγωγῶν σάρκας αὐτοῦ, αλλ̓ ἐκτελῶν ἐπιθυμίας σαρκικὰς, οὐ δειπνήσει τὸν ἀληθινὸν δεῖπνον, ουδὲ ἐνδύσεται ἔνδυμια θωτεινόν. |
|
|
|
13. [M.21]. ̔́Ωσπερ οὐκ ἔστιν αἴτιος ὁ ἥλιος τῳ τυφλῷ μὴ φωτίζων αὐτὸν, ἡ γὰρ ἀμβλυωρία τῶν ὀφθαλμῶν αἰτία εστὶν· οὕτως καὶ ὁ ἐστερημένος τοῦ ἡλίου τῆς δικαιοσύνης ἑαυτὸν καταμεμφέσθω, ἐκ γὰρ ματαίας ἀναστροφῆς συμβήσεται αὐτῷ τοῦτο. |
|
|
|
14. [M.22]. ̔́Ωσπερ οὐκ αἰσθάνεται νεκρὸς ἐπαινον ἢ ὕβρεως, οὕτως ἀνὴρ πιστὸς δόξης καὶ ἀτιμίας καταφρονεῖ. |
|
|
|
15. [M.23]. ̔́Ωσπερ πηγὴ καθαιρομένη τῶν περικειμένων ὑλῶν, διαυγὲς ὕδωρ ρέει· οὕτως καὶ νοῦς καθαιρόμενος ἀπὸ ὀργῆς καὶ μνησικακίας καὶ φροντίδος σωματικῆς, καθαρὰν γνῶσιν εὑρίσκει, καὶ γλυκὺν πόθον ποιεῖ τῷ κεκτημένῳ |
|
|
|
16. [M.24]. ̔́Ωσπερ ὁ ἐν ὁδ̈͂ ἀρξάμενος βαδίζειν, ἑὰν μὴ τελειώσῃ τὴν ὁδοπορίαν· ἀλλ̀ ἐν μέσῃ τῇ ὁδῳ παύσηται, εὐκαταγέλαστος γενόμενος ἀμφοτέρων ἐκπεσεῖται τῶν σκοπῶν καὶ τὴν, ἀφ̀ ῇς ἐξελήλυθεν καὶ εἰς ἣν ώρμησεν· οὕτως {φο 63ῃ} ὁ ἐναρξάμενος θείῳ νόμῳ πορεύεσθαι, ἐὰν μὴ τελέσῃ τὸν δρόμον, ἀδόκιμος καὶ πλήρης γέλωτος γενόμενος, τῆς ἀϊδίου ζωῆς στερηθήσεται. |
|
|
|
17. {1236B=8} ̔Ως ἀδύνατόν ἐστιν ἀθλητὴν στεφανωθῆναι μὴ παλαίσαντα, οὕτως οὐκ ἔστι γενέσθαι Χριστιανὸν ἄνευ ἀγώων. |
|
|
|
18.{9=1236C} ̔Ως οὐκ ἔστιν ἴσος ὁ ζυγὸς, βαροῦντος τοῦ ἑνὸς μέρους, οὕτως οὐκ ἔστι κατορθῶσαι ἐντολὴν Θεοῦ, κατακρατοῦντος του σαρκικοῦ φρονήματος. |
|
|
|
19. [79.1236ξ] {10} ̔́Ωσπερ οὐκ ἔστι μαθεῖν τέχνην, μὴ σχολάσαντα ἐπιμελῶς, οὕτως οὐκ ἔστι κτήσασθαι προσευχὴν μὴ προσκαρτερήσαντα τῷ Θεῷ ἐν εὐθείᾳ καρδιᾳ. |
|
|
|
20. {11} ̔Ο μὴ κεκτημένος προσευχὴν καθαρὰν, οὐκ ἔχει ὅπλον ἐις πόλεμον. |
|
|
|
|
|
21. [79.1237α] ={12} ̔Ο κεκοσμημένος, καὶ σεαρωμένος ἀπὸ ἀρετῶν Θεοῦ, κατοικητήριον ἔσται δαιμόνων. |
|
|
|
22. {13} ̔Ως οὐκ ἔστι κατοικῆσαι βασιλέα ἐν οἴκῳ πένητος, οὕτως οὐ κατοικήσει Χριστὸς ἐν ψυχῇ ῥερυπωμένῃ ἀπὸ ἁμαρτίας. |
|
|
|
23. {14} ̔́Ωσπερ ἀνήμερος τόπος ἡμεροῦται δι' ἐπιμελοῦς φιλεργίας, οὕτως ψυχὴν ἀγριωθεῖσα ταῖς ἁμαρτίαις ἡμεροῦται δἰ ἐπιμελοῦς φιλεργίας, οὕτως ψυχῂ ἀγριωθεῖσα ταῖς ἁμαρτίαις ἡμεροῦται, εἰ νόμῳ Θεοῦ πολιτεύσεται. |
|
|
24. Just as a rock in the ocean remains steady and unshaken even when beaten upon by waves, so too the one who is upright in the virtues and completely blended [anakrasis] with them cannot be beaten upon by the devil. |
24. {15} ̔́Ωσπερ πέτρα οὐσα ἐν θαλάσσῃ ἑδραία μένει, καὶ ἀσάλευτος κατακρουομένη ὑπὸ κυμάτων, οὕτω καὶ ὁ τὰς ἀρετὰς κατορθώσας, καὶ ταύταις ὅλως ἀνακραθεὶς, οὐ μὴ σαλευθῇ ὑπὸ τοῦ διαβόλου. |
|
|
25 Just as a physician considers [which] medication [is best] for the treatment of a disease, so too the knowledge of God, when it is closely preserved, teaches the one who takes part in it how it may be guarded and progress to greater things. [1237B] |
25. {16} ̔́Ωσπερ ἰατρος πρὸς τὴν τοῦ πάθους θεραπείαν ἐπινοεῖ τὸ φάρμακον, οὕτως καὶ ἡ γνῶσις του Θεοῦ συντηρουμένη διδάσκει τὸν μετέχοντα αὐτῆς, ὅπως ἂν δια φυλαχθῇ, καὶ ἐπὶ μείζονα προέλθοι. |
|
|
|
26. [79.1237β] {17} ̔́Ωσπερ χαράδρα ἑαυτῆς ἐμποεῖται τὴν διόδον οὕτω καὶ ἁμαρτία παραδεχθεῖσα κατεργάζεται τοῦ κεκτημένου αὐτῆς τὴν ἀπώλειαν. |
|
|
|
27. {18} ̔Ωσ οὐκ ἔστιν εἰς λίνα ἐμπεσόντα ἔλαφον εὐχερῶς ἐκφυγεῖν, οὕτως οὐ μὴ φύγῃ ἁμαρτίαν ὁ τὰς ἐπιθυμίας ἐκτελῶν, καὶ ἐν τῷ κόσμῳ τούτῳ ἀναστρεφόμενος· ἐπιθυμίαι γὰρ πονηραὶ, καὶ ἡδοναὶ σειραὶ δύσλυτοι. |
|
|
|
28. {19} ̔́Ωσπερ ἅμπελος, μὴ ποιοῦσα καρποὺς καλοὺς, ἐκκόπτεται ἵνα μὴ τὸν τόπον καταργῇ, οὕτως καὶ ἀπὸ τοῦ Κυρίου ἐκριζωθήσεται πᾶς ὁ μὴ ποιῶν καρποὺς Πνεύματος ἁγίου. |
|
|
|
29. {20} ̔Ως ἀμήχανον, μὴ βλαβ͂ναι ἄνθρωπον κρουσθέντα ὑπὸ βέλους, οὕτως ἀδύνατον ἐστι, μοναχὸν καταδεξάμενον λογισμὸν πονηρὸν μὴ τρωθῆναι. |
|
|
|
30. {[79.1237ξ =21} ̔́Ωσπερ ὁ ἐξελθὼν ὁδοῦ εὐθείας, πλανᾶται ἐν ἀλλοδαπῇ χώρᾳ, μὴ ἐπιτάμενος ποῦ πορεύεται, οὕτω καὶ ἄνθρωπος πλανᾶται μὴ πιστεύων εἰς ὁμούσιον Τριάδα. |
|
|
|
31. {22} ̔́Ωσπερ τις εἰς πολλὰ διαιρούμενος ἕν ἐστι τῇ φύσει, οὕτως καὶ ἡ ἁγία. Τριὰς, εἰ καὶ τοῖς ὀνόμασι καὶ ταῖς ὑποστάσει διῄρηται, τῇ φύσει μία ἐστί. Θεοῦ φύσιν οὐ καταλάβοις, οὐδ' εἰ πτεροῖς πετόμενος, ὁ Θεὸς ἀκατάληπτός ἐστι, διὸ καὶ κτίστης ἡμῶν ἐστιν. |
|
|
|
32. {23} ̔́Ωσπερ τὸ κατασκευαζόμενον σκεῦος ἀγνοεῖ τοῦ κατασκευάσαντος τὴν ἀρχὴν καὶ τὴν φύσιν, οὕτω καὶ ἄνθρωπος οὐ δυνησεται ἐξευρεῖν Θεοῦ φύσιν ἢ ἀρχήν. |
|
|
|
33. {24} Τριάδα μὴ περιεγράζο, ἀλλὰ μόνον πίστευε, καὶ [79.1237δ] προσκύνει· ὁ γὰρ περιεγραζόμενος οὐ πιστεύει. |
|
|
|
34. {25} Κτήσασθε σοφίαν καὶ μὴ ἁργύριον, ποιήσατε φωτεινὸν ἔνδυμα Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ὑπὲρ πᾶσαν στολὴν βυσσίνην, ὅτι οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θανάτου. |
|
|
|
35. {26} ̔́Ωσπερ πῦρ καταναλίσκει δρυμὸν, οὕτω καταναλωθήσεται πᾶς ἁμαρτωλὸς ὑπὸ τοῦ αἰωνίου πυρὸς,, καὶ οὐ δύναται τελευτῆσαι· ἀθάνατα γὰρ βασανισθήσεται. |
|
|
|
36. {27} Οὐδὲν μέγα, εἰ γινόμεθα δίκαιοι, ὃ γὰρ ἐκτίσθημεν ὑπὸ τοῦ Θεοῦ πρῶτον, καλοὶ λίαν, τοῦτο γενησόμεθα. |
|
|
|
37. [79.1240α] {28} ̔Ο παρὰ φύσιν βιῶν, οὐ τηρεῖ ἐντολὰς Θεοῦ. |
|
|
|
38. {29} Πᾶσα σοφία φοβεῖσθαι τὸν Κύριον, πᾶσα δὲ παιδεία ἡ μὴ διδάσκουσα νόμον Κυρίου, μωρία ἐστὶ καὶ ἀφροσύνη. |
|
|
|
39. {30} Οὐ ῥύσεται πίστις καὶ βάπτισμα τοῦ αἰωνίου πυρὸς, χωρὶς ἔργων δικαιοσύνης. Εἱ γὰρ συνετάξω τῷ Χριστῷ, τήρει τὰς ἐντολὰς αὐτοῦ, καὶ εἰ πιστεύεις τὰ μέλλοντα, ἀντιποιοῦ τῆς δόξης τῆς αἰωνίου, καὶ φοβήθητι τὴν φλογίνην ῥομφαίαν· εἰ δὲ οὐ κατορθοῖς τὰ προστάγματα τοῦ Θεοῦ, μὴ λέγε πιστὸν σεαυτὸν. |
|
|
|
40. {31} Πᾶσα ἡ κτίσις τῷ προστάγματι τοῦ Θεοῦ πειθαρχεῖ, ὁ δὲ ἄνθρωπος μόνος ἀπειθεῖ, δι' ὃν γέγονε τὰ πάντα. |
|
|
|
41. [79.1240β] {32} Οὐδὲν παρέξομεν Θεῷ εἰ τηρήσομεν ἑαυτοὺς ἁγνοὺς, ἀλλ' ἑαυτοῖς ζωὴν προξενήσομεν, καὶ ἀπόλαυσιν ἀνεκλάλητον τῶν αἰωνίων ἀγαθῶν. |
|
|
|
42. {33} Μὴ εἴπῃς, ὅτι Οὐ δύναμαι τηρῆσαι ἢ διὰ πατέρα, ἢ διὰ μητέρα, ἢ διὰ γυναῖκα, ἢ διὰ τέκνα, ἢ διὰ τέκνα, ἢ δι' ἕτερον τινα, τὴν τοῦ Θεοῦ ἐντολὴν, ὐ γὰρ ἐκεῖνοί σε ῥύσονται τῆς ἐπικειμένης ὀργῆς, καὶ τοῦ ἀτελευτήτου σκώληκος. ̓́Εστω δέ σοι πᾶς ὁ ἐναντιούμενος πρὸς κατόρθωσιν Θεοῦ, καὶ ἀρετῶν, βοελυκτος καὶ μισητὸς τῷ τοιούτῳ μηδὲ συνεσθίειν καλόν, |
|
|
|
|
|
|
|
|
This Webpage was created for a workshop held at Saint Andrew's Abbey, Valyermo, California in 1990