Evagrius Scr. Eccl., De malignis cogitationibus. {4110.034} EVAGRIUS De malignis cogitationibus (sub nomine Nili Ancyrani) {4110.034 Click to search or save} (Browse) (View text structure) Eccl. A. Guillaumont, C. Guillaumont, and P. Géhin, Évagre le Pontique. Sur les pensées [Sources chrétiennes 438. Paris: Éditions du Cerf, 1998]: 148-301. Word Count: 9372 (t.) |
ΠΕΡΙ ΛΟΓΙΣΜΩΝ |
(1.) Τῶν ἀντικειμένων δαιμόνων τῇ πρακτικῇ, πρῶτοι κατὰ τὸν πόλεμον συνίστανται οἱ τὰς τῆς γαστριμαργίας ὀρέξεις πεπιστευμένοι καὶ οἱ τὴν φιλαργυρίαν ἡμῖν ὑποβάλλοντες καὶ οἱ πρὸς τὴν τῶν ἀνθρώπων δόξαν ἡμᾶς ἐκκαλούμενοι· οἱ δὲ ἄλλοι πάντες κατόπιν τούτων βαδίζουσιν τοὺς ὑπὸ τούτων τιτρωσκομένους διαδεχόμενοι. Οὐκ ἔστι γὰρ ἐμπεσεῖν εἰς χεῖρας πνεύματος πορνείας, μὴ ὑπὸ τῆς γαστριμαργίας καταπεσόντα· καὶ οὐκ ἔστι ταράξαι θυμόν, μὴ ὑπὲρ βρωμάτων ἢ χρημάτων ἢ δόξης μαχόμενον· οὐκ ἔστι τὸν τῆς λύπης δαίμονα διαφυγεῖν, τούτων πάντων στερηθέντα ἢ μὴ δυνηθέντα τυχεῖν· οὐδ’ ἀποφεύξεται τὴν ὑπερηφανίαν τις, τὸ πρωτογέννημα τοῦ διαβόλου, μὴ τὴν τῶν κακῶν πάντων ῥίζαν ἐξορίσας φιλαργυρίαν, εἴπερ καὶ «πενία ἄνδρα ταπεινοῖ», κατὰ τὸν σοφὸν Σολομῶντα· καὶ συλλήβδην εἰπεῖν, οὐκ ἔστιν ἄνθρωπον περιπεσεῖν δαίμονι, μὴ πρότερον ὑπ’ ἐκείνων τῶν πρωτοστατῶν κατα- τρωθέντα· διὸ καὶ τοὺς τρεῖς τούτους λογισμοὺς ὁ διάβολος τότε τῷ σωτῆρι προσήγαγε, πρῶτον μὲν τοὺς λίθους ἄρτους γενέσθαι παρακαλῶν, ἔπειτα τὸν κόσμον ὅλον ἐπαγγελλόμενος εἰ πεσὼν προσκυνήσει, καὶ τρίτον εἰ ἀκούσει δοξασθήσεσθαι λέγων μηδὲν ἐκ τηλικούτου πτώματος πεπονθότα, ὧν ὁ κύριος ἡμῶν κρείττων φανεὶς εἰς τὰ ὀπίσω χωρεῖν τῷ διαβόλῳ προσέταττε, διδάσκων καὶ ἡμᾶς διὰ τούτων ὡς οὐκ ἔστιν ἀπώσασθαι τὸν διάβολον, μὴ τῶν τριῶν τούτων καταφρονήσαντας λογισμῶν. |
(2.) Πάντες οἱ δαιμονιώδεις λογισμοὶ νοήματα εἰς τὴν ψυχὴν αἰσθητῶν εἰσφέρουσι πραγμάτων, ἐν οἷς τυπούμενος ὁ νοῦς τὰς μορφὰς τῶν πραγμάτων ἐκείνων ἐν ἑαυτῷ περιφέρει καὶ ἀπ’ αὐτοῦ λοιπὸν τοῦ πράγματος ἐπιγινώσκει τὸν προσεγγίσαντα δαίμονα, οἷον· εἰ τοῦ ζημιώσαντός με ἢ ἀτιμάσαντος ἐν τῇ διανοίᾳ μου τὸ πρόσωπον γένοιτο, ἐλεγχθήσεται ὁ τῆς μνησικακίας παραβαλὼν λογισμός· εἰ πάλιν χρημάτων ἢ δόξης ὑπόμνησις γένοιτο, ἐκ τοῦ πράγματος δηλονότι ὁ θλίβων ἡμᾶς ἐπιγνωσθήσεται· καὶ ἐπὶ τῶν ἄλλων δὲ λογισμῶν ὡσαύτως ἀπὸ τοῦ πράγματος εὑρήσεις τὸν παρεστῶτα καὶ ὑποβάλλοντα. Οὐ πάσας δὲ τὰς μνήμας τῶν τοιούτων πραγμάτων ἐκ δαιμόνων λέγω συμβαίνειν, ἐπειδὴ πέφυκε καὶ αὐτὸς ὁ νοῦς κινούμενος ὑπὸ τοῦ ἀνθρώπου τῶν γεγονότων ἀναφέρειν τὰς φαντασίας, ἀλλ’ ὅσαι τῶν μνημῶν θυμὸν ἢ ἐπιθυμίαν παρὰ φύσιν συνεπισπῶνται· διὰ γὰρ τὴν ταραχὴν τῶν δυνάμεων τούτων ὁ νοῦς κατὰ διάνοιαν μοιχεύει καὶ μάχεται, τοῦ νομο- θετήσαντος αὐτὸν θεοῦ τὴν φαντασίαν ἀναδέξασθαι μὴ δυνάμενος, εἴπερ ἡ λαμπρότης ἐκείνη κατὰ στέρησιν πάντων τῶν ἐν τοῖς πράγμασι νοημάτων ἐν τῷ καιρῷ τῆς προσ- ευχῆς τῷ ἡγεμονικῷ παραφαίνεται. |
(3.) Οὐκ ἂν ἀπόθοιτο τὰς ἐμπαθεῖς μνήμας ὁ ἄνθρωπος, μὴ ἐπιθυμίας καὶ θυμοῦ ἐπιμέλειαν ποιησάμενος, τὴν μὲν νηστείαις καὶ ἀγρυπνίαις καὶ χαμευνίαις καταναλώσας, τὸν δὲ μακροθυμίαις καὶ ἀμνησικακίαις καὶ ἐλεημοσύναις καθημερώσας· ἐκ γὰρ τῶν δύο τούτων παθῶν πάντες οἱ δαιμονιώδεις σχεδὸν συνίστανται λογισμοὶ οἱ τὸν νοῦν ἐμβάλλοντες «εἰς ὄλεθρον καὶ ἀπώλειαν». Ἀδύνατον δέ τινα τῶν παθῶν τούτων περιγενέσθαι, μὴ παντελῶς βρωμάτων καὶ χρημάτων καὶ δόξης ὑπεριδόντα, ἔτι δὲ καὶ τοῦ ἰδίου σώματος διὰ τοὺς ῥαπίζειν αὐτὸν πολλάκις ἐπιχειροῦντας. Πᾶσα οὖν ἀνάγκη μιμεῖσθαι τοὺς κινδυ- νεύοντας ἐν τῇ θαλάσσῃ καὶ τῶν σκευῶν ἐκβολὴν ποιουμένους διὰ τὴν βίαν τῶν ἀνέμων καὶ τῶν ἐπ- ανισταμένων κυμάτων· ἀλλ’ ἐνταῦθα προσεκτέον ἀκριβῶς μὴ ἐκβολὴν ποιούμενοι τῶν σκευῶν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις ποιήσωμεν, ἐπεὶ ἀπέχομεν τὸν μισθὸν ἑαυτῶν καὶ ἄλλο χαλεπώτερον τοῦ προτέρου διαδέξεται ἡμᾶς ναυάγιον, τοῦ τῆς κενοδοξίας ἀντιπνεύσαντος δαίμονος. Διὸ καὶ ὁ κύριος ἡμῶν ἐν τοῖς Εὐαγγελίοις τὸν κυβερνήτην νοῦν παιδεύων φησί· «Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μήγε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς»· καὶ πάλιν· «Ὅταν προσ- εύχησθε, φησίν, οὐκ ἔσεσθε ὥσπερ οἱ ὑποκριταί, ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς πλατείαις ἑστῶτες προσεύχεσθαι ὅπως φανῶσι τοῖς ἀνθρώποις· ἀμήν, λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν»· καὶ πάλιν λέγει· «Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε ὥσπερ οἱ ὑποκριταὶ σκυθρωποί· ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες· ἀμήν, λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν.» Ἀλλὰ προσεκτέον ἐνταῦθα τῷ ἰατρῷ τῶν ψυχῶν, πῶς διὰ μὲν τῆς ἐλεημοσύνης τὸν θυμὸν θεραπεύει, διὰ δὲ τῆς προσευχῆς τὸν νοῦν καθαρίζει, καὶ πάλιν διὰ τῆς νηστείας τὴν ἐπιθυμίαν καταμαραίνει, ἐξ ὧν συνίσταται ὁ νέος ἄνθρωπος ὁ ἀνακαινούμενος «κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν», ἐν ᾧ «οὐκ ἔνι» διὰ τὴν ἁγίαν ἀπάθειαν «ἄρσεν καὶ θῆλυ», οὐδὲ διὰ τὴν μίαν πίστιν καὶ ἀγάπην «Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος καὶ ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός». |
(4.) Ζητητέον δὲ πῶς ἐν ταῖς καθ’ ὕπνον φαντασίαις τυποῦσιν ἡμῶν τὸ ἡγεμονικὸν καὶ σχηματίζουσιν οἱ δαίμονες· τὸ γὰρ τοιοῦτο ἔοικε συμβαίνειν τῷ νῷ ἢ δι’ ὀφθαλμῶν ὁρῶντι ἢ δι’ ἀκοῆς ἀκούοντι ἢ δι’ αἰσθήσεως ποιᾶς ἢ ἀπὸ τῆς μνήμης ἥτις τυποῖ μὲν τὸ ἡγεμονικὸν οὐ διὰ τοῦ σώματος, πλὴν ἅπερ διὰ τοῦ σώματος ἔσχε, ταῦτα κινεῖ. Οἱ οὖν δαίμονες ἐοίκασί μοι τὴν μνήμην κινοῦντες τυποῦν τὸ ἡγεμονικόν· τὸ γὰρ ὄργανον ὑπὸ τοῦ ὕπνου κατέχεται ἀνενέργητον. Πῶς οὖν πάλιν τὴν μνήμην κινοῦσι ζητητέον· ἢ τάχα διὰ τῶν παθῶν; καὶ τοῦτο δῆλον ἐκ τοῦ μηκέτι τοὺς καθαροὺς καὶ ἀπαθεῖς πάσχειν τι τοιοῦτον· ἔστι δὲ καὶ κίνησίς τις τῆς μνήμης ἁπλῆ ὑφ’ ἡμῶν γινομένη ἢ ὑπὸ ἁγίων δυνάμεων, καθ’ ἣν ἁγίοις τε συντυγχάνομεν ἐν τοῖς ὕπνοις καὶ ὁμιλοῦμεν καὶ συνεστιώμεθα. Πλὴν προσ- εκτέον ὅτι ἅπερ μετὰ τοῦ σώματος ἡ ψυχὴ εἰσδέχεται εἴδωλα, ταῦτα ἐκτὸς τοῦ σώματος ἡ μνήμη κινεῖ· καὶ τοῦτο σαφὲς ἐκ τοῦ πολλάκις καὶ ἐν τοῖς ὕπνοις πάσχειν ἡμᾶς τοῦτο, ἠρεμοῦντος τοῦ σώματος· ὡς γὰρ ἔστι μνημονεῦσαι ὕδατος καὶ μετὰ δίψης καὶ ἄνευ δίψης, οὕτως ἔστι μνημονεῦσαι χρυσίου μετὰ πλεονεξίας καὶ ἄνευ πλεονεξίας· καὶ ἐπὶ τῶν ἄλλων δὲ ὡσαύτως. Τὸ δὲ τοιάσδε ἢ τοιάσδε εὑρίσκειν φαντασιῶν διαφορὰς τὸν νοῦν τῆς ἐκείνων κακοτεχνίας ἐστὶ γνώρισμα. Ἅμα δὲ καὶ τοῦτο ἰστέον ὅτι καὶ τοῖς ἔξωθεν πράγμασι κέχρηνται πρὸς φαντασίαν οἱ δαίμονες, οἷον τῷ ἤχῳ τῶν κυμάτων ἐπὶ τῶν πλεόντων. |
(5.) Σφόδρα τῷ σκοπῷ τῶν δαιμόνων ὁ θυμὸς ἡμῶν συμβάλλεται παρὰ φύσιν κινούμενος καὶ πρὸς πᾶσαν αὐτῶν κακομηχανίαν γίνεται χρησιμώτατος· ὅθεν νύκτωρ καὶ μεθ’ ἡμέραν ταράσσειν τοῦτον οὐδεὶς αὐτῶν παραιτεῖται, ἀλλ’ ὅταν ἴδωσιν αὐτὸν δεθέντα πραΰτητι, τὸ τηνικαῦτα ἐπὶ δικαίαις προφάσεσιν εὐθὺς αὐτὸν ἀπολύουσιν, ἵνα ὀξύτερος γεγονὼς καὶ πρὸς τοὺς θηριώδεις αὐτῶν λογισμοὺς χρησιμεύσῃ· διόπερ ἀνάγκη μήτε ἐπὶ δικαίοις μήτε ἐπ’ χρησιμεύσῃ· διόπερ ἀνάγκη μήτε ἐπὶ δικαίοις μήτε ἐπ’ ἀδίκοις πράγμασιν αὐτὸν ἐρεθίζειν μηδὲ κακὸν ξίφος διδόναι τοῖς ὑποβάλλουσιν, ὅπερ πολλοὺς πολλάκις ποιοῦντας ἐπίσταμαι καὶ πλέον ἢ ἐχρῆν ἐπὶ μικραῖς ἀναπτομένους προφάσεσιν. Ὑπὲρ τίνος γάρ, εἰπέ μοι, καὶ προσπίπτεις ταχέως εἰς μάχην, εἴπερ βρωμάτων καὶ χρημάτων καὶ δόξης κατεφρόνησας; τί δὲ τρέφεις τὸν κύνα μηδὲν ἔχειν ἐπαγγελλόμενος; εἰ δὲ οὗτος ὑλακτεῖ καὶ τοῖς ἀνθρώποις ἐπέρχεται, πρόδηλός ἐστιν ἔνδον κεκτημένος τινὰ καὶ ταῦτα φυλάσσειν βουλόμενος. Ἀλλ’ ἐγὼ τὸν τοιοῦτον μακρὰν καθαρᾶς προσευχῆς πείθομαι εἶναι, λυμεῶνα τὸν θυμὸν τῆς τοιαύτης εὐχῆς ἐπιστάμενος· πρὸς δὲ τούτοις θαυμάζω ὡς καὶ τῶν ἁγίων ἐπιλελησμένον, τοῦ μὲν Δαυὶδ ἐκβοῶντος· «Παῦσαι ἀπὸ ὀργῆς καὶ ἐγκατάλιπε θυμόν», τοῦ δὲ Ἐκκλησιαστοῦ παραγγέλλοντος· «Ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου καὶ παράγαγε πονηρίαν ἀπὸ σαρκός σου», τοῦ δὲ ἀποστόλου προστάσσοντος «ἐπαίρειν ἐν παντὶ τόπῳ χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν». Τί δὲ οὐ μανθάνομεν ἀπὸ τῆς τῶν ἀνθρώπων μυστικῆς καὶ παλαιᾶς συνηθείας διωκούσης ἐκ τῶν οἴκων τοὺς κύνας ἐν τῷ καιρῷ τῆς προσευχῆς καὶ τοῦτο αἰνιττομένης ὡς οὐ δεῖ παρεῖναι τοῖς προσευχομένοις θυμόν; καὶ πάλιν· «Θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν»· οἴνου δὲ οἱ ναζιραῖοι ἀπείχοντο· χολὴν δὲ καὶ ὀσφὺν ἄβρωτα τοῖς θεοῖς καὶ τῶν ἔξωθέν τις σοφῶν ἀπεφήνατο εἶναι, οὐκ εἰδώς, οἶμαι, ὃ ἔλεγεν, ὧν τὸ μὲν ὀργῆς, τὸ δὲ ἀλόγου ἐπιθυμίας ἔγωγε σύμβολον εἶναι νομίζω. |
(6.) Περὶ δὲ τοῦ μὴ δεῖν μεριμνᾶν ἐνδυμάτων ἕνεκεν ἢ βρωμάτων, περιττὸν οἶμαι τὸ γράφειν, αὐτοῦ τοῦ σωτῆρος ἐν τοῖς Εὐαγγελίοις ἀπαγορεύοντος· «Μὴ μεριμνήσητε γὰρ τῇ ψυχῇ ὑμῶν τί φάγητε ἢ τί πίητε ἢ τί περιβάλησθε» τῇ ψυχῇ ὑμῶν τί φάγητε ἢ τί πίητε ἢ τί περιβάλησθε»· ἐθνικῶν γὰρ ἄντικρυς τοῦτο καὶ ἀπίστων τῶν ἀθετούντων τὴν πρόνοιαν τοῦ δεσπότου καὶ τὸν δημιουργὸν ἀρνουμένων· χριστιανῶν δὲ παντελῶς τὸ τοιοῦτον ἀλλότριον, ἅπαξ πεπιστευκότων ὅτι καὶ τὰ δύο στρουθία τὰ πιπρασκόμενα τοῦ ἀσσαρίου ὑπὸ τὴν οἰκονομίαν τῶν ἁγίων ἀγγέλων ἐστί. Πλήν ἐστι καὶ αὕτη συνήθεια τῶν δαιμόνων μετὰ τοὺς ἀκαθάρτους λογισμοὺς ἐμβάλλειν καὶ τοὺς τῆς μερίμνης, ἵνα ἐκνεύσῃ ὁ Ἰησοῦς ὄχλου ὄντος νοημάτων ἐν τῷ κατὰ διάνοιαν τόπῳ καὶ ἄκαρπος γένηται ὁ λόγος ὑπὸ τῶν τῆς μερίμνης πνιγόμενος ἀκανθῶν. Οὐκοῦν καὶ τοὺς ἐκ μερίμνης ἀποθέμενοι λογισμούς, ἐπιρρίψωμεν τὴν μέριμναν ἡμῶν ἐπὶ τὸν κύριον τοῖς παροῦσιν ἀρκούμενοι καὶ πενιχρᾷ ζωῇ χρησάμενοι καὶ στολῇ τοὺς πατέρας τῆς κενοδοξίας μεθ’ ἡμέραν ἀποδυσώμεθα. Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ πενιχρᾷ νομίζει στολῇ, βλεπέτω τὸν ἅγιον Παῦλον «ἐν ψύχει καὶ γυμνότητι» τὸν τῆς δικαιοσύνης προσ- δοκήσαντα στέφανον· ἀλλ’ ἐπειδὴ θέατρον καὶ στάδιον ὁ ἀπόστολος τὸν κόσμον ὠνόμασε τοῦτον, ἴδωμεν εἰ ἔστι δυνατὸν μερίμνης ἐνδυσάμενον λογισμοὺς δραμεῖν ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Χριστοῦ ἢ παλαῖσαι πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου· ἐγὼ μὲν οὐκ οἶδα, καὶ ἀπ’ αὐτῆς δὲ τῆς αἰσθητῆς παιδευόμενος ἱστορίας· ἐμποδισθήσεται γὰρ ἐκεῖνος ὁ ἀθλῶν δηλονότι ὑπὸ τοῦ χιτῶνος καὶ εὐκόλως περιελκυσθήσεται, καθάπερ καὶ ὁ νοῦς ὑπὸ τῶν λογισμῶν τῆς μερίμνης, εἴπερ ἀληθινὸς ὁ λόγος ὁ λέγων τὸν νοῦν τῷ ἰδίῳ προσκαρτερεῖν θησαυρῷ· «Ὅπου γάρ, φησίν, ὁ θησαυρός σου, ἐκεῖ ἔσται καὶ ἡ καρδία σου.» |
(7.) Τῶν λογισμῶν οἱ μὲν τέμνουσιν, οἱ δὲ τέμνονται· καὶ τέμνουσι μὲν οἱ πονηροὶ τοὺς ἀγαθούς, τέμνονται δὲ πάλιν ὑπὸ τῶν ἀγαθῶν οἱ πονηροί· τὸ τοίνυν πνεῦμα τὸ ἅγιον τῷ πρώτως τεθέντι προσέχει λογισμῷ καὶ πρὸς ἐκεῖνον κρίνει ἡμᾶς ἢ ἀποδέχεται. Ὃ δὲ λέγω τοιοῦτόν ἐστιν· ἔχω τινὰ φιλοξενίας λογισμὸν καὶ τοῦτον ἔχω διὰ τὸν κύριον, ἀλλ’ οὗτος ἐπελθόντος τοῦ πειράζοντος τέμνεται καὶ δόξης χάριν φιλοξενεῖν ὑποβάλλοντος· καὶ πάλιν· ἔχω φιλοξενίας λογισμὸν πρὸς τὸ τοῖς ἀνθρώποις φανῆναι, ἀλλὰ καὶ οὗτος ὑποδραμόντος κρείττονος λογισμοῦ τέμνεται τοῦ πρὸς τὸν κύριον μᾶλλον ἡμῶν τὴν ἀρετὴν ἀπευθύνοντος καὶ μὴ δι’ ἀνθρώπους ταῦτα πράττειν ἡμᾶς καταναγ- κάζοντος. Ἂν οὖν διὰ τῶν ἔργων λοιπὸν τοῖς προτέροις ἐμμείνωμεν ὑπὸ τῶν δευτέρων πειραζόμενοι, μόνον τῶν πρότερον τεθέντων λογισμῶν ἕξομεν τὸν μισθόν, διότι ἄνθρωποι ὄντες καὶ παλαίοντες δαίμοσιν, ἀεὶ κατέχειν τὸν ὀρθὸν λογισμὸν ἄφθαρτον οὐκ ἰσχύομεν οὐδὲ πάλιν τὸν πονηρὸν λογισμὸν ἔχειν ἀπείραστον, ἀρετῶν σπέρματα κεκτημένοι. Πλὴν ἐάν τις χρονίσῃ τῶν τεμνόντων λογισμῶν, ἐν τῇ χώρᾳ τοῦ τεμνομένου καθίσταται, καὶ κατ’ ἐκεῖνον λοιπὸν τὸν λογισμὸν ὁ ἄνθρωπος κινούμενος ἐνεργήσει. |
(8.) Τῶν λογισμῶν τῶν ἀγγελικῶν καὶ τῶν ἀνθρωπίνων καὶ τῶν ἐκ δαιμόνων, ταύτην τὴν διαφορὰν μετὰ πολλῆς τῆς παρατηρήσεως ἐγνώκαμεν εἶναι, ὅτι πρῶτον μὲν οἱ ἀγγελικοὶ τὰς φύσεις τῶν πραγμάτων περιεργάζονται καὶ τοὺς πνευματικοὺς αὐτῶν ἐξιχνιάζουσι λόγους, οἷον· τίνος χάριν γεγένηται ὁ χρυσὸς καὶ διὰ τί ψαμμώδης κάτω που τοῖς μορίοις τῆς γῆς ἐγκατέσπαρται καὶ μετὰ πολλοῦ καμάτου καὶ πόνου εὑρίσκεται· πῶς δὲ εὑρεθεὶς ὕδατι πλύνεται καὶ πυρὶ παραδίδοται καὶ οὕτως εἰς τεχνιτῶν ἐμβάλλεται χεῖρας τῶν ποιούντων τῆς σκηνῆς τὴν λυχνίαν καὶ τὸ θυμιατήριον καὶ τὰς θυΐσκας καὶ τὰς φιάλας, ἐν αἷς οὐκέτι νῦν πίνει διὰ τὴν χάριν τοῦ σωτῆρος ἡμῶν ὁ Βαβυλώνιος βασιλεύς, Κλεώπας δὲ <ὃς> φέρει καρδίαν καιομένην ὑπὸ τούτων τῶν μυστηρίων. Ὁ δὲ δαιμονιώδης λογισμὸς ταῦτα οὔτε οἶδεν οὔτε ἐπίσταται· μόνην δὲ τὴν κτῆσιν τοῦ αἰσθητοῦ χρυσίου ἀναιδῶς ὑποβάλλει καὶ τὴν ἐκ τούτου τρυφήν τε καὶ δόξαν ἐσομένην προλέγει. Ὁ δὲ ἀνθρώπινος λογισμὸς οὐδὲ τὴν κτῆσιν ἐπιζητεῖ οὐδὲ τίνος ἐστὶ περιεργάζεται σύμβολον ὁ χρυσός, ἀλλὰ μόνον εἰς τὴν διάνοιαν τοῦ χρυσοῦ τὴν μορφὴν εἰσφέρει ψιλήν, πάθους πλεονεξίας κεχωρισμένην. Ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων πραγμάτων ῥηθήσεται κατὰ τὸν κανόνα τοῦτον μυστικῶς γυμναζόμενος. |
(9.) Ἔστι δαίμων πλάνος λεγόμενος καὶ ὑπὸ τὴν ἕω μάλιστα τοῖς ἀδελφοῖς παριστάμενος, ὅστις περιάγει τὸν νοῦν ἀπὸ πόλεως εἰς πόλιν καὶ ἀπὸ κώμης εἰς κώμην καὶ ἀπὸ οἰκίας εἰς οἰκίαν, ψιλὰς δῆθεν τὰς συντυχίας ποιούμενον καὶ γνωρίμοις τισὶ συντυγχάνοντα καὶ λαλοῦντα μακρότερα καὶ τὴν οἰκείαν πρὸς τοὺς ἀπαντῶντας κατάστασιν διαφθείροντα καὶ μακρὰν γινόμενον κατ’ ὀλίγον τῆς γνώσεως τοῦ θεοῦ καὶ τῆς ἀρετῆς καὶ τοῦ ἐπαγγέλματος λήθην λαμβάνοντα. Δεῖ οὖν τὸν ἀναχωροῦντα τοῦτον τηρεῖν πόθεν τε ἄρχεται καὶ ποῦ καταλήγει· οὐ γὰρ εἰκῇ οὐδὲ ὡς ἔτυχε τὸν μακρὸν ἐκεῖνον κύκλον ἐργάζεται, ἀλλὰ τὴν κατάστασιν τοῦ ἀναχωροῦντος διαφθεῖραι βουλόμενος ταῦτα ποιεῖ, ἵνα ἐκκαυθεὶς ἐκ τούτων ὁ νοῦς καὶ ἐκ τῶν πολλῶν συντυχιῶν μεθυσθεὶς εὐθέως τῷ τῆς πορνείας ἢ τῷ τῆς ὀργῆς ἢ τῷ τῆς λύπης δαίμονι περιπέσῃ, οἵτινες μάλιστα λυμαίνονται τῆς καταστάσεως αὐτοῦ τὴν λαμπρότητα. Ἀλλ’ ἡμεῖς, εἴπερ ἔχομεν σκοπὸν τοῦ γνῶναι σαφῶς τὴν τούτου πανουργίαν, μὴ ταχέως φθεγξώμεθα πρὸς αὐτὸν μηδὲ μηνύσωμεν τὰ γινόμενα, πῶς κατὰ διάνοιαν τὰς συντυχίας ἐργάζεται καὶ τίνα τρόπον κατ’ ὀλίγον ἐλαύνει τὸν νοῦν πρὸς τὸν θάνατον, ἐπεὶ φεύξεται ἀφ’ ἡμῶν· ὁρᾶσθαι γὰρ ταῦτα πράττων οὐ καταδέχεται καὶ οὐδὲν λοιπὸν εἰσόμεθα ὧν μαθεῖν ἐσπουδάκαμεν, ἀλλὰ ἄλλην μίαν ἡμέραν ἢ καὶ δευτέραν συγχωρήσωμεν αὐτῷ τελειῶσαι τὸ δρᾶμα, ἵνα ἀκριβῶς μαθόντες αὐτοῦ τὸ σκευώρημα λόγῳ μετὰ ταῦτα ἐλέγχοντες αὐτὸν φυγαδεύσωμεν. Ἀλλ’ ἐπειδὴ κατὰ τὸν καιρὸν τοῦ πειρασμοῦ συμβαίνει τεθολωμένον ὄντα τὸν νοῦν μὴ ἀκριβῶς ἰδεῖν τὰ γινόμενα, μετὰ τὴν ἀναχώρησιν τοῦ δαίμονος τοῦτο γινέσθω· καθεσθεὶς μνημόνευσον κατὰ σεαυτὸν τῶν συμβεβηκότων σοι πραγμάτων, πόθεν τε ἤρξω καὶ ποῦ ἐπορεύθης καὶ ἐν ποίῳ τόπῳ συνελήφθης ὑπὸ τοῦ πνεύματος τῆς πορνείας ἢ τῆς ὀργῆς ἢ τῆς λύπης, καὶ πῶς πάλιν γέγονε τὰ γινόμενα· ταῦτα κατάμαθε καὶ παράδος τῇ μνήμῃ ἵν’ ἔχῃς ἐλέγχειν αὐτὸν προσιόντα καὶ τὸν κρυ- πτόμενον ὑπ’ αὐτοῦ τόπον καταμήνυε καὶ ὡς οὐκ ἀκο- λουθήσεις αὐτῷ λοιπόν. Εἰ δὲ βούλει καὶ εἰς μανίαν αὐτὸν προσκαλέσασθαι, ἔλεγξον αὐτὸν εὐθὺς ἐπιστάντα καὶ τὸν πρῶτον τόπον εἰς ὃν εἰσῆλθε λόγῳ φανέρωσον καὶ τὸν δεύτερον καὶ τὸν τρίτον· πάνυ γὰρ χαλεπαίνει μὴ φέρων τὴν αἰσχύνην· ἀπόδειξις δὲ ἔστω τοῦ καιρίως σε φθέγξασθαι πρὸς αὐτὸν τὸ πεφευγέναι τὸν λογισμὸν ἀπὸ σοῦ· ἀδύνατον γὰρ στῆναι φανερῶς ἐλεγχόμενον. Τοῦτον δὲ ἡττηθέντα τὸν δαίμονα διαδέχεται ὕπνος βαρύτατος καὶ νέκρωσις μετὰ ψυχρότητος πολλῆς τῶν βλεφάρων καὶ χάσμαι ἄπειροι καὶ ὦμοι βαρούμενοι καὶ ναρκῶντες, ἅπερ πάντα τῇ συντόνῳ προσευχῇ διαλύσει τὸ πνεῦμα τὸ ἅγιον. |
(10.) Πάνυ τὸ μῖσος τὸ κατὰ δαιμόνων ἡμῖν πρὸς σωτηρίαν συμβάλλεται καὶ πρὸς τὴν ἐργασίαν τῆς ἀρετῆς ἐστιν ἐπι- τήδειον· καὶ τοῦτο ἐκτρέφειν παρ’ ἑαυτοῖς ὥσπερ τι γέννημα ἀγαθὸν οὐκ ἰσχύομεν, τῶν φιληδόνων πνευμάτων διαφθειρόντων αὐτὸ καὶ πρὸς φιλίαν καὶ συνήθειαν τὴν ψυχὴν πάλιν ἐκκαλουμένων· ἀλλὰ ταύτην τὴν φιλίαν, μᾶλλον δὲ τὴν δυσίατον γάγγραιναν, ὁ ἰατρὸς τῶν ψυχῶν δι’ ἐγκαταλείψεως θεραπεύει· συγχωρεῖ γάρ τι φοβερὸν παθεῖν ἡμᾶς ὑπ’ αὐτῶν νύκτωρ καὶ μεθ’ ἡμέραν· καὶ πάλιν ἡ ψυχὴ πρὸς τὸ ἀρχέτυπον μῖσος ἐπανατρέχει, διδασκομένη πρὸς τὸν κύριον λέγειν κατὰ τὸν Δαυὶδ τὸ «τέλειον μῖσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι». Οὗτος γὰρ τέλειον μῖσος μισεῖ τοὺς ἐχθρούς, ὁ μήτε κατ’ ἐνέργειαν μήτε κατὰ διάνοιαν ἁμαρτάνων, ὅπερ τῆς μεγίστης καὶ πρώτης ἀπαθείας ἐστὶ τεκμήριον. |
(11.) Περὶ δὲ τοῦ δαίμονος τοῦ τὴν ψυχὴν ποιοῦντος ἀναισθητεῖν, τί δεῖ καὶ λέγειν; ἐγὼ γὰρ δέδοικα καὶ γράφειν περὶ αὐτοῦ, πῶς ἡ ψυχὴ τῆς οἰκείας ἐξίσταται καταστάσεως παρὰ τὸν καιρὸν τῆς ἐπιδημίας αὐτοῦ καὶ τὸν φόβον τοῦ θεοῦ καὶ τὴν εὐλάβειαν ἀποδύεται καὶ τὴν ἁμαρτίαν οὐχ ἁμαρτίαν λογίζεται καὶ τὴν παρανομίαν οὐ νομίζει παρανομίαν, κολάσεώς τε καὶ κρίσεως αἰωνίου ὡς ψιλοῦ ῥήματος μέμνηται, «καταγελᾷ δὲ» ὄντως «σεισμοῦ πυρφόρου», καὶ θεὸν μὲν δῆθεν ὁμολογεῖ, τί δὲ προσ- έταξεν οὐκ ἐπίσταται. Τύπτει εἰς τὰ στήθη κινουμένης αὐτῆς πρὸς τὴν ἁμαρτίαν, καὶ αὐτὴ οὐκ αἰσθάνεται· ἀπὸ γραφῶν διαλέγει, καὶ ὅλη πεπώρωται καὶ οὐκ ἀκούει· ὄνειδος αὐτῇ τὸ παρὰ τῶν ἀνθρώπων προφέρεις, καὶ οὐ λογίζεται τὴν παρὰ τοῖς ἀδελφοῖς αἰσχύνην, καὶ αὕτη οὐ συνίησι δίκην χοίρου καμμύσαντος καὶ τὸν φραγμὸν διακόπτοντος. Τοῦτον δὲ τὸν δαίμονα κενοδοξίας χρονίσαντες ἐπάγουσι λογισμοί, οὗ «εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ». Καὶ γὰρ τῶν σπανίως παραβαλλόντων ἐστὶ τοῖς ἀδελφοῖς καὶ ἡ αἰτία πρόδηλος· ἐπὶ γὰρ συμφοραῖς ἑτέρων ἢ ἐν νόσοις πιεζομένων ἢ ἐν φυλακαῖς δυστυχούντων ἢ αἰφνιδίῳ περι- πιπτόντων θανάτῳ, φυγαδεύεται οὗτος, τῆς ψυχῆς κατὰ μικρὸν κατανυσσομένης καὶ εἰς συμπάθειαν ἐρχομένης, δια- λυομένου τοῦ ἐκ τοῦ δαιμονίου συνισταμένου πωρώματος, ὧν ἡμεῖς ἀποροῦμεν διὰ τὴν ἔρημον καὶ τὴν σπάνιν τῶν παρ’ ἡμῖν ἀσθενούντων. Τοῦτον τὸν δαίμονα μάλιστα φυγα- δεύων ὁ κύριος ἐν τοῖς Εὐαγγελίοις προσέταξεν ἀσθενοῦντας ὁρᾶν καὶ τοὺς ἐν φυλακῇ ἐπισκέπτεσθαι· «Ἀσθενὴς γὰρ ἤμην, φησί, καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ καὶ ἤλθετε πρός με.» Πλὴν τοῦτο ἰστέον ὅτι εἴ τις τῶν ἀνα- χωρούντων περιπεσὼν τούτῳ τῷ δαίμονι λογισμοὺς οὐκ ἔλαβε πορνικοὺς ἢ τὸν οἶκον ἀπὸ ἀκηδίας οὐ κατέλιπεν, οὗτος σωφροσύνην καὶ ὑπομονὴν ἀπ’ οὐρανῶν ὑπεδέξατο κατελθούσας καὶ μακάριος τῆς τοιαύτης ἀπαθείας ἐστίν. Ὅσοι δὲ τῶν ἐπαγγελλομένων θεοσέβειαν κοσμικοῖς ἐναυλίζεσθαι προαιροῦνται, φυλασσέσθωσαν τοῦτον τὸν δαίμονα· ἐγὼ γὰρ περὶ αὐτοῦ πλεῖόν τι λέγειν ἢ γράφειν καὶ τοὺς ἀνθρώπους αἰσχύνομαι. |
(12.) Πάντες οἱ δαίμονες φιλήδονον διδάσκουσι τὴν ψυχήν, μόνος δὲ ὁ τῆς λύπης δαίμων τοῦτο πράττειν οὐ καταδέχεται, ἀλλὰ καὶ τῶν εἰσελθόντων τοὺς λογισμοὺς διαφθείρει, πᾶσαν ἡδονὴν τῆς ψυχῆς περικόπτων καὶ ξηραίνων διὰ τῆς λύπης, εἴπερ «ἀνδρὸς λυπηροῦ ξηραίνεται τὰ ὀστᾶ». Καὶ μετρίως μὲν πολεμῶν δόκιμον τὸν ἀνα- χωρητὴν ἀπεργάζεται· πείθει γὰρ αὐτὸν μηδὲν τῶν τοῦ κόσμου τούτου προσίεσθαι καὶ πᾶσαν ἡδονὴν περιΐστασθαι· πλεῖον δὲ προσκαρτερῶν γεννᾷ λογισμοὺς ὑπεξάγειν ἑαυτὴν τῇ ψυχῇ συμβουλεύοντας ἢ φεύγειν τὸν τόπον μακρὰν ἀναγκάζοντας, ὅπερ λελόγισταί ποτε καὶ πέπονθεν ὁ ἅγιος Ἰὼβ ὑπὸ τούτου παρενοχλούμενος τοῦ δαίμονος· «Εἴθε γὰρ δυναίμην, φησίν, ἐμαυτὸν χειρώσασθαι ἢ δεηθείς γε ἑτέρου καὶ ποιήσει μοι τοῦτο». Τούτου δὲ τοῦ δαίμονος σύμβολόν ἐστιν ἡ ἔχιδνα, τὸ θηρίον, ἧς ἡ φύσις φιλανθρώπως διδομένη τοὺς τῶν ἄλλων θηρίων ἰοὺς διαφθείρει, ἀκράτως δὲ λαμβανομένη καὶ αὐτὸ διαφθείρει τὸ ζῷον. Τούτῳ τῷ δαίμονι παρέδωκεν ὁ Παῦλος τὸν ἐν Κορίνθῳ παρανομήσαντα· διὸ καὶ γράφει πάλιν σπουδαίως· «Κυρώσατε, λέγων τοῖς Κορινθίοις, εἰς αὐτὸν ἀγάπην μήποτε τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος.» Ἀλλ’ οἶδε τοῦτο θλίβον τοὺς ἀνθρώπους τὸ πνεῦμα καὶ μετανοίας ἀγαθῆς πρόξενον γενέσθαι· ὅθεν καὶ ὁ ἅγιος Ἰωάννης ὁ Βαπτιστὴς τοὺς ὑπὸ τούτου κεντουμέ- νους τοῦ δαίμονος καὶ προσφεύγοντας τῷ θεῷ «γεννή- ματα ἐχιδνῶν» ἐκάλει λέγων· «Τίς ὑμῖν ὑπέδειξε φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς· πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.» Πλὴν πᾶς ὁ τὸν Ἀβραὰμ μιμησάμενος καὶ ἐξελθὼν ἐκ τῆς γῆς αὐτοῦ καὶ ἐκ τῆς συγγενείας, οὗτος καὶ τούτου τοῦ δαίμονος γέγονεν ἰσχυρότερος. |
(13.) Εἴ τις θυμοῦ κεκράτηκεν, οὗτος δαιμόνων κεκράτηκεν· εἰ δέ τις τούτῳ δεδούλωται, οὗτος τοῦ μοναδικοῦ βίου παντελῶς ἐστιν ἀλλότριος καὶ ξένος τῶν ὁδῶν τοῦ σωτῆρος ἡμῶν, εἴπερ αὐτὸς ὁ κύριος λέγεται διδάσκειν τοὺς πραεῖς τὰς ὁδοὺς αὐτοῦ. Διὸ καὶ δυσθήρατος γίνεται τῶν ἀνα- χωρούντων ὁ νοῦς εἰς τὸ τῆς πραΰτητος φεύγων πεδίον· οὐδεμίαν γὰρ τῶν ἀρετῶν σχεδὸν δεδοίκασιν οὕτως οἱ δαίμονες ὡς πραΰτητα. Ταύτην Μωϋσῆς ἐκεῖνος ὁ μέγας ἐκέκτητο, «πραῢς παρὰ πάντας τοὺς ἀνθρώπους» κληθείς· καὶ ὁ ἅγιος Δαυὶδ ἀξίαν τῆς τοῦ θεοῦ μνήμης ἀπεφήνατο εἶναι, «Μνήσθητι, λέγων, τοῦ Δαυὶδ καὶ πάσης τῆς πραότητος αὐτοῦ»· ἀλλὰ καὶ αὐτὸς ὁ σωτὴρ μιμητὰς ἡμᾶς γενέσθαι τῆς ἐκείνου πραότητος ἐκέλευσε, «Μάθετε ἀπ’ ἐμοῦ, λέγων, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν». Εἰ δέ τις βρωμάτων μὲν καὶ πομάτων ἀπέχοιτο, θυμὸν δὲ λογισμοῖς πονηροῖς ἐρεθίζοι, οὗτος ἔοικε ποντοπορούσῃ νηῒ καὶ ἐχούσῃ δαίμονα κυβερνήτην· διὸ προσεκτέον, ὅση δύναμις, τῷ ἡμετέρῳ κυνὶ καὶ διδακτέον τοὺς λύκους μόνον αὐτὸν διαφθείρειν καὶ μὴ τὰ πρόβατα κατεσθίειν, πᾶσαν ἐνδεικ- νύμενον πραότητα πρὸς πάντας ἀνθρώπους. |
(14.) Μόνος τῶν λογισμῶν ὁ τῆς κενοδοξίας ἐστὶ πολύϋλος καὶ ὅλην σχεδὸν περιλαμβάνων τὴν οἰκουμένην καὶ πᾶσι τοῖς δαίμοσιν ὑπανοίγων τὰς θύρας, ὥσπερ τις προδότης πονηρὸς γενόμενος πόλεως· διὸ καὶ πάνυ ταπεινοῖ τοῦ ἀναχωροῦντος τὸν νοῦν πολλῶν λόγων καὶ πραγμάτων αὐτὸν πληρῶν καὶ τὰς προσευχὰς αὐτοῦ λυμαινόμενος, δι’ ὧν πάντα τὰ τῆς ψυχῆς αὐτοῦ τραύματα θεραπεύειν σπουδάζει. Τοῦτον τὸν λογισμὸν συναύξουσι πάντες ἡττηθέντες οἱ δαίμονες· καὶ πάλιν δι’ αὐτοῦ πάντες εἰς τὰς ψυχὰς λαμβάνουσιν εἴσοδον ποιοῦντες ὄντως τὰ ἔσχατα χείρονα τῶν πρώτων. Ἐκ τούτου γεννᾶται τοῦ λογισμοῦ καὶ ὁ τῆς ὑπερηφανίας ὁ τὸ σφράγισμα τῆς ὁμοιώσεως καὶ τὸν στέφανον τοῦ κάλλους ἀπ’ οὐρανῶν εἰς γῆν κατασείσας. Ἀλλ’ ἀποπήδησον καὶ μὴ χρονίσῃς ἐκ τοῦ τόπου, ἵνα μὴ προῶμεν ἄλλοις ζωὴν ἡμῶν καὶ τὸν ἡμέ- τερον βίον ἀνελεήμοσι· τοῦτον δὲ τὸν δαίμονα φυγαδεύει ἐκτενὴς προσευχὴ καὶ τὸ μηδὲν ἑκόντα ποιεῖν ἢ λέγειν τῶν συντελούντων πρὸς τὴν ἐπάρατον δόξαν. |
(15.) Ὅταν ὀλίγης ἀπαθείας τῶν ἀναχωρούντων ὁ νοῦς ἐπιλάβηται, τότε κενοδοξίας ἵππον κτησάμενος εὐθὺς ἐλαύνει κατὰ τὰς πόλεις, ἄκρατον ἐμφορούμενος ἐκ τῆς δόξης τὸν ἔπαινον, ᾧ κατ’ οἰκονομίαν τὸ πνεῦμα τῆς πορνείας ὑπαντιάσαν καὶ εἰς ἕνα τῶν συφεώνων τοῦτον ἐναποκλεῖσαν, παιδεύει αὐτὸν μηκέτι πρὸ τῆς τελείας ὑγείας καταλιμπάνειν τὴν κλίνην μηδὲ τοὺς ἀτάκτους τῶν ἀρρώστων μιμεῖσθαι. οἵτινες ἔτι λείψανα τῆς ἀσθενείας ἐν ἑαυτοῖς περιφέροντες ὁδοῖς ἑαυτοὺς καὶ λουτροῖς ἀκαίροις ἐπιδιδόασι καὶ τοῖς ἐξ ὑποστροφῆς νοσήμασι περιπίπτουσι. Διόπερ καθεζόμενοι πρόσχωμεν μᾶλλον ἑαυτοῖς ὡς προκόπτοντες μὲν ἐν ἀρετῇ δυσκίνητοι πρὸς κακίαν γινόμεθα, ἀνακαινούμενοι δὲ ἐν τῇ γνώσει ποικίλων προσλαμβάνομεν πλῆθος θεωρημάτων, ὑψούμενοι δὲ πάλιν κατὰ τὴν προσευχὴν φανερώτερον τὸ τοῦ σωτῆρος ἡμῶν ἐποπτεύομεν φῶς. |
(16.) Πάσας μὲν τὰς κακουργίας τῶν δαιμόνων γράφειν οὐ δύναμαι καὶ τὰς κακομηχανίας αὐτῶν καταλέγειν αἰσχύ- νομαι, δεδοικὼς τῶν ἐντευξομένων τοὺς ἁπλουστέρους· πλὴν δὲ τοῦ πνεύματος τῆς πορνείας ἄκουε πανουργίαν. Ὅταν τις τοῦ ἐπιθυμητικοῦ μέρους κτήσηται τὴν ἀπάθειαν καὶ οἱ αἰσχροὶ λογισμοὶ λοιπὸν ὑπόψυχροι γένωνται, τὸ τηνικαῦτα εἰσάγει ἄνδρας τε καὶ γυναῖκας παίζοντας μετ’ ἀλλήλων καὶ αἰσχρῶν πραγμάτων καὶ σχημάτων τὸν ἀναχω- ρητὴν καθίστησι θεατήν, ἀλλ’ οὗτος ὁ πειρασμὸς οὐκ ἔστι τῶν χρονιζόντων· προσευχὴ γὰρ σύντονος καὶ δίαιτα στενοτάτη μετὰ ἀγρυπνίας καὶ γυμνασίας θεωρημάτων πνευματικῶν ὥσπερ νέφος αὐτὸν ἄνυδρον ἀπελαύνει. Ἔστι δὲ ὅτε καὶ τῶν σαρκῶν ἐφάπτεται πρὸς τὴν ἄλογον πύρωσιν αὐτὰς ἐκμοχλεύων· καὶ ἄλλα δέ τινα μυρία προσμηχανᾶται ὁ πονηρὸς οὗτος, ἅπερ οὐκ ἀναγκαῖον δημοσιεῦσαι καὶ παραδοῦναι γραφῇ. Συμβάλλεται δὲ σφόδρα πρὸς τοὺς λογισμοὺς τοὺς τοιούτους καὶ ζέσις θυμοῦ κατὰ τοῦ δαίμονος κινηθεῖσα, ὅνπερ θυμὸν μάλιστα δέδοικεν ἐπὶ τοῖς λογισμοῖς ταρασσόμενον καὶ διαφθείροντα αὐτοῦ τὰ νοήματα· καὶ τοῦτό ἐστι τὸ «ὀργίζεσθε καὶ μὴ ἁμαρ- τάνετε», χρήσιμον φάρμακον ἐν τοῖς πειρασμοῖς τῇ ψυχῇ προσαγόμενον. Μιμεῖται δὲ καὶ ὁ τῆς ὀργῆς τοῦτον τὸν δαίμονα καὶ πλάττει καὶ αὐτός τινας τῶν γεγεννηκότων ἢ φίλων ἢ συγγενῶν ὑβριζομένους ὑπὸ ἀναξίων καὶ τοῦ ἀναχωροῦντος κινεῖ τὸν θυμὸν φθέγξασθαί τι πονηρὸν ἢ ποιῆσαι πρὸς τοὺς φαινομένους κατὰ διάνοιαν, οἷς προσέχειν ἀναγκαῖον καὶ ταχέως ἐξαρπάζειν ἀπὸ τῶν τοιούτων εἰδώλων τὸν νοῦν, ἵνα μὴ χρονίσας ἐν αὐτοῖς γένηται κατὰ τὸν καιρὸν τῆς προσευχῆς δαλὸς καπνιζόμενος· τούτοις δὲ τοῖς πειρασμοῖς οἱ θυμώδεις περιπίπτουσι, μάλιστα καὶ ῥᾳδίως πρὸς τὰς ὀργὰς ἐξαπτόμενοι, οἵτινες μακράν εἰσι καθαρᾶς προσευχῆς καὶ τῆς γνώσεως τοῦ σωτῆρος ἡμῶν Χριστοῦ. |
(17.) Τὰ νοήματα τοῦ αἰῶνος τούτου ὁ κύριος καθάπερ πρόβατά τινα τῷ ἀγαθῷ ποιμένι τῷ ἀνθρώπῳ παρέδωκε· «Καὶ γάρ, φησί, σὺν τὸν αἰῶνα ἔδωκεν ἐν καρδίᾳ αὐτοῦ», συζεύξας αὐτῷ θυμὸν καὶ ἐπιθυμίαν πρὸς βοήθειαν, ἵνα διὰ μὲν τοῦ θυμοῦ φυγαδεύῃ τὰ τῶν λύκων νοήματα, διὰ δὲ τῆς ἐπιθυμίας στέργῃ τὰ πρόβατα, καὶ ὑπὸ τῶν ὑετῶν καὶ ἀνέμων πολλάκις βαλλόμενος· ἔδωκε πρὸς τούτοις καὶ νομόν, ὅπως ποιμαίνῃ τὰ πρόβατα, καὶ τόπον χλόης καὶ ὕδωρ ἀναπαύσεως καὶ ψαλτήριον καὶ κιθάραν καὶ ῥάβδον καὶ βακτηρίαν, ἵν’ ἐκ ταύτης τῆς ποίμνης καὶ τραφῇ καὶ ἐνδύσηται καὶ χόρτον ὀρεινὸν συναγάγῃ· «Τίς γάρ, φησί, ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος αὐτῆς οὐκ ἐσθίει;» Δεῖ οὖν τὸν ἀναχωροῦντα φυλάττειν νύκτωρ καὶ μεθ’ ἡμέραν τοῦτο τὸ ποίμνιον, μή τι τῶν νοημάτων γένηται θηριάλωτον ἢ λῃσταῖς περιπέσῃ, εἰ δὲ ἄρα τι τοιοῦτον συμβαίη κατὰ τὴν νάπην, εὐθὺς ἐξαρπάζειν ἐκ τοῦ στόματος τοῦ λέοντος καὶ τῆς ἄρκτου. Γίνεται δὲ τὸ νόημα τὸ περὶ τοῦ ἀδελφοῦ θηριάλωτον, εἰ μετὰ μίσους νέμοιτο ἐν ἡμῖν· καὶ τὸ περὶ τῆς γυναικός, εἰ μετὰ αἰσχρᾶς ἐπιθυμίας τρέφοιτο ἐν ἡμῖν· καὶ τὸ τοῦ ἀργύρου καὶ χρυσοῦ, εἰ μετὰ πλεονεξίας αὐλίζοιτο· καὶ τὰ νοήματα τῶν ἁγίων χαρισμάτων, εἰ μετὰ κενοδοξίας κατὰ διάνοιαν βόσκοιτο· καὶ ἐπὶ τῶν ἄλλων δὲ νοημάτων ὡσαύτως συμβήσεται κλεπτομένων τοῖς πάθεσιν. Οὐ μόνον δὲ ἐν τῇ ἡμέρᾳ δεῖ ταῦτα τηρεῖν, ἀλλὰ καὶ νύκτωρ ἀγρυπνοῦντα φυλάττειν· συμβαίνει γὰρ καὶ φανταζόμενον αἰσχρῶς καὶ πονηρῶς ἀπολέσαι τὸ ἴδιον καὶ τοῦτό ἐστι τὸ ὑπὸ τοῦ ἁγίου λεγόμενον Ἰακώβ· «Οὐκ ἐνήνοχά σοι πρόβατον θηρι- άλωτον, ἐγὼ ἀπετίννυον κλέμματα ἡμέρας καὶ κλέμματα νυκτός, καὶ ἐγενόμην συγκαιόμενος τῷ καύσωνι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτός, καὶ ἀφίστατο ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου». Εἰ δέ τις ἐκ τοῦ καμάτου καὶ ἀκηδία ἡμῖν προσγίνεται, μικρὸν ἀναδραμόντες ἐπὶ τὴν τῆς γνώσεως πέτραν τῷ ψαλτηρίῳ προσομιλήσωμεν, πλήσσοντες διὰ τῶν ἀρετῶν τῆς γνώσεως τὰς χορδάς· βοσκήσωμεν δὲ πάλιν καὶ ὑπὸ τὸ Σιναῖον ὄρος τὰ πρόβατα, ἵνα ὁ θεὸς τῶν πατέρων ἡμῶν καὶ ἡμᾶς ἐκ τῆς βάτου καλέσῃ καὶ τοὺς λόγους τῶν σημείων καὶ τῶν τεράτων καὶ ἡμῖν χαρίσηται. |
(18.) Τῶν ἀκαθάρτων δαιμόνων οἱ μὲν τὸν ἄνθρωπον ὡς ἄνθρωπον ἐκπειράζουσιν, οἱ δὲ τὸν ἄνθρωπον ὡς ζῷον ἄλογον ἐκταράσσουσι. Καὶ οἱ μὲν πρῶτοι παραβάλλοντες κενοδοξίας ἢ ὑπερηφανίας ἢ φθόνου ἢ κατηγορίας ἡμῖν ἐμβάλλουσι νοήματα, ἅπερ οὐδενὸς ἅπτεται τῶν ἀλόγων· οἱ δὲ δεύτεροι προσεγγίζοντες θυμὸν ἢ ἐπιθυμίαν παρὰ φύσιν κινοῦσι· ταῦτα γὰρ τὰ πάθη κοινὰ ἡμῶν τε καὶ τῶν ἀλόγων ζῴων ἐστίν, ὑπὸ τῆς λογικῆς καλυπτόμενα φύσεως. Διὸ λέγει τὸ πνεῦμα τὸ ἅγιον πρὸς μὲν τοὺς ἀνθρωπίνοις περιπίπτοντας λογισμοῖς· «Ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες· ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε»· πρὸς δὲ τοὺς κινουμένους ἀλόγως, τί φησι; «Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις, ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ ἐγγιζόντων πρός σε.» Εἰ δὲ «ψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται», πρόδηλον ὅτι οἱ μὲν ἄνθρωποι ὡς ἄνθρωποι ἀποθνῄσκοντες ὑπὸ ἀνθρώπων ταφήσονται, οἱ δὲ ὡς ἄλογοι θανατούμενοι ἤτοι πίπτοντες ὑπὸ γυπῶν ἢ κοράκων βρωθήσονται, ὧν οἱ νεοσσοὶ οἱ μὲν ἐπικαλοῦνται τὸν κύριον, οἱ δὲ φύρονται ἐν τῷ αἵματι· «Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.» |
(19.) Ὅταν τῶν ἐχθρῶν τρώσῃ σέ τις παραβαλὼν καὶ βούλει τὴν ῥομφαίαν αὐτοῦ στρέψαι κατὰ τὸ γεγραμμένον ἐπὶ τὴν καρδίαν αὐτοῦ, ποίησον οὕτως ὡς λέγομεν. Δίελε κατὰ σαυτὸν τὸν ὑπ’ αὐτοῦ βληθέντα σοι λογισμόν, ὅστις ποτέ ἐστι καὶ ἐκ πόσων πραγμάτων συνέστηκε καὶ ποῖον τούτων ἐστὶ μάλιστα τὸ θλίβον τὸν νοῦν. Ὃ δὲ λέγω τοιοῦτόν ἐστιν· ἔστω πεμφθεὶς ὑπ’ αὐτοῦ ὁ τῆς φιλαργυρίας λογισμός, τοῦτον δίελε εἴς τε τὸν ὑποδεξάμενον αὐτὸν νοῦν καὶ εἰς τὸ νόημα τοῦ χρυσοῦ καὶ εἰς αὐτὸν τὸν χρυσὸν καὶ εἰς τὸ φιλάργυρον πάθος· λοιπὸν ἐρώτα τί τούτων ἐστὶν ἁμαρτία· πότερον ὁ νοῦς καὶ πῶς; εἰκών ἐστι τοῦ θεοῦ· ἀλλὰ τὸ νόημα τοῦ χρυσοῦ; καὶ τοῦτο τίς ἂν εἴποι νοῦν ἔχων ποτέ; ἀλλ’ αὐτὸς ὁ χρυσός ἐστιν ἁμαρτία; καὶ τίνος χάριν γεγένηται; ἕπεται τοίνυν τῆς ἁμαρτίας αἴτιον εἶναι τὸ τέταρτον, ὅπερ οὐκ ἔστι πρᾶγμα ὑφεστὸς κατ’ οὐσίαν οὐδὲ νόημα πράγματος οὐδὲ νοῦς πάλιν ἀσώματος, ἀλλ’ ἡδονή τις μισάνθρωπος ἐκ τοῦ αὐτεξουσίου τικτομένη καὶ κακῶς κεχρῆσθαι τοῖς τοῦ θεοῦ κτίσμασι τὸν νοῦν ἀναγκάζουσα, ἥνπερ περιτέμνειν ὁ τοῦ θεοῦ νόμος πεπίστευται. Καὶ ταῦτά σου διερευνωμένου, φθαρήσεται μὲν ὁ λογισμὸς εἰς τὴν ἰδίαν ἀναλυόμενος θεωρίαν, φεύ- ξεται δὲ ἀπὸ σοῦ τὸ δαιμόνιον, τῆς διανοίας σου ὑπὸ ταύτης τῆς γνώσεως εἰς ὕψος ἀρθείσης. Εἰ δὲ βούλει χρήσασθαι τῇ ἐκείνου ῥομφαίᾳ, ἐπιποθεῖς δὲ πρῶτον διὰ τῆς σῆς σφενδόνης τοῦτον χειρώσασθαι, ἔκβαλε καὶ σὺ λίθον ἐκ τοῦ ποιμενικοῦ σου καδίου καὶ τούτου ζήτει τὴν θεωρίαν· πῶς ἄγγελοι μὲν καὶ δαίμονες τῷ ἡμετέρῳ παραβάλλουσι κόσμῳ, ἡμεῖς δὲ τοῖς αὐτῶν κόσμοις οὐ παραβάλλομεν, οὐδὲ γὰρ ἀγγέλους θεῷ πλέον συνάπτειν δυνάμεθα οὐδὲ δαίμονας μᾶλλον ἀκαθάρτους ποιεῖν προ- αιρούμεθα· καὶ πῶς ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων εἰς γῆν κατερρίφη καὶ «ἥγηται μὲν τὴν θάλασσαν ὥσπερ ἐξάλειπτρον, τὸν δὲ τάρταρον τῆς ἀβύσσου ὥσπερ αἰχμάλωτον, ἀναζεῖ δὲ τὴν ἄβυσσον ὥσπερ χαλκεῖον», πάντας ἐκταράσσων ὑπὸ τῆς κακίας αὐτοῦ καὶ πάντων ἄρχειν βουλόμενος. Τούτων γὰρ τῶν πραγμάτων ἡ θεωρία πάνυ τιτρώσκει τὸν δαίμονα καὶ πᾶσαν αὐτοῦ τὴν παρεμβολὴν φυγαδεύει· ἀλλὰ ταῦτα μὲν ἐπὶ τῶν ἠρέμα κεκαθαρμένων συμβαίνει καὶ βλεπόντων ποσῶς τοὺς λόγους τῶν γεγονότων, οἱ δὲ ἀκάθαρτοι τὴν θεωρίαν τούτων οὐκ ἴσασιν οὐδὲ εἰ μαθόντες παρ’ ἑτέρων κατεπᾴδοιεν ἀκουσθήσονται, πολλοῦ κονιορτοῦ καὶ θορύβου διὰ τὰ πάθη συνισταμένου κατὰ τὸν πόλεμον· δεῖ γὰρ πάντως τὴν παρεμβολὴν τῶν ἀλλοφύλων ἠρεμῆσαι, ἵνα μόνος ὁ Γολιὰθ ἀπαντήσῃ τῷ ἡμετέρῳ Δαυίδ. Ὡσαύτως δὲ καὶ τῇ διαιρέσει καὶ τῷ εἴδει τοῦ πολέμου χρησώμεθα καὶ ἐπὶ πάντων τῶν ἀκαθάρτων λογισμῶν. |
(20.) Ὅταν τινὲς τῶν ἀκαθάρτων λογισμῶν ταχέως φυγαδευθῶσι, ζητήσωμεν τὴν αἰτίαν, πόθεν τοῦτο συμβέβηκε, πότερον διὰ τὴν σπάνιν τοῦ πράγματος, τὸ δυσπόριστον εἶναι τὴν ὕλην, ἢ διὰ τὴν προσοῦσαν ἡμῖν ἀπάθειαν οὐκ ἴσχυσε καθ’ ἡμῶν ὁ ἐχθρός, οἷον· εἴ τις τῶν ἀναχωρούντων ἐνθυμηθείη ὑπὸ δαίμονος ἐνοχλούμενος τῆς πρώτης πόλεως πνευματικὴν κυβέρνησιν πιστευθῆναι, οὗτος δηλονότι οὐ χρονίζει τοῦτον τὸν λογισμὸν φανταζόμενος· ἡ δὲ αἰτία γνώριμος ἐκ τῶν λεγομένων· εἰ δὲ ἐπὶ πάσης πόλεως καὶ τῆς τυχούσης γίνεται καὶ ὁμοίως λογίζεται, οὗτος μακάριος τῆς ἀπαθείας ἐστίν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων λογισμῶν εὑρεθήσεται ὁ τοιοῦτος τρόπος ἐξεταζόμενος. Ταῦτα ἀναγκαῖον εἰδέναι πρὸς τὴν ἡμετέραν προθυμίαν καὶ δύναμιν, ἵνα εἴδωμεν εἰ τὸν Ἰορδάνην ἐπεράσαμεν καὶ ἐγγύς ἐσμεν τῆς πόλεως τῶν φοινίκων ἢ ἐν τῇ ἐρήμῳ ἔτι διάγομεν καὶ ὑπὸ τῶν ἀλλοφύλων τυπτόμεθα. |
(21.) Πάνυ ποικίλος μοι φαίνεται τῆς φιλαργυρίας ὁ δαίμων καὶ πρὸς ἀπάτην εὐμήχανος, ὃς πολλάκις στενωθεὶς ὑπὸ τῆς ἄκρας ἀποταγῆς τὸν οἰκονόμον εὐθὺς καὶ φιλόπτωχον ὑποκρίνεται καὶ τοὺς μηδέπω παρόντας ὑποδέχεται ξένους γνησιώτερον καὶ ἄλλοις λειπομένοις ἀποστέλλει διακονίας καὶ δεσμωτήρια πόλεως ἐπισκέπτεται καὶ τοὺς πιπρα- σκομένους δῆθεν ἐξαγοράζει, γυναιξί τε κολλᾶται πλουσίαις καὶ τοὺς εὖ παθεῖν ὀφείλοντας ὑποδείκνυσιν, ἄλλους πάλιν ἀποτάξασθαι νουθετεῖ βαλλάντιον ἁδρὸν κεκτημένους· καὶ οὕτως ἐξαπατήσας κατὰ μικρὸν τὴν ψυχὴν τοῖς τῆς φιλαργυρίας αὐτὴν λογισμοῖς περιβάλλει καὶ τῷ τῆς κενο- δοξίας παραδίδωσι δαίμονι, ὃς πλῆθος εἰσάγει τῶν δοξαζόντων ἐπὶ ταῖς οἰκονομίαις ταύταις τὸν κύριον καί τινας κατ’ ὀλίγον καὶ περὶ ἱερωσύνης συλλαλοῦντας ἀλλήλοις, θάνατον δὲ τοῦ ὄντος λοιπὸν προμαντεύεται ἱερέως καὶ ὡς οὐκ ἂν ἐκφύγῃ μυρία ποιήσας προστίθησι· καὶ οὕτως ὁ ταλαίπωρος νοῦς ἐνδεθεὶς τούτοις τοῖς λογισμοῖς, τοῖς μὲν μὴ καταδεξαμένοις τῶν ἀνθρώπων διαμάχεται, τοῖς δὲ τοῦτο καταδεξαμένοις ἑτοίμως δῶρα χαρίζεται καὶ τῆς εὐγνωμοσύνης αὐτοὺς ἀποδέχεται· τινὰς δὲ στασιάζοντας τοῖς δικασταῖς παραδίδωσι καὶ τῆς πόλεως ἐξορίζεσθαι παραγγέλλει· τούτων δὲ λοιπὸν ἔνδον ὄντων τῶν λογισμῶν καὶ στρεφομένων, εὐθὺς ὁ τῆς ὑπερηφανίας ἐφίσταται δαίμων ἀστραπὰς τυπῶν συνεχεῖς κατὰ τὸν ἀέρα τῆς κέλλης καὶ δράκοντας πτερωτοὺς ἐπιπέμπων καὶ τὸ τελευταῖον στέρησιν φρενῶν ἐργαζόμενος. Ἀλλ’ ἡμεῖς τούτοις τοῖς λογισμοῖς ἀπώλειαν ἐπευξάμενοι, μετ’ εὐχαριστίας τῇ πενίᾳ συζήσωμεν, «οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον δηλονότι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα· ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα», μεμνημένοι τοῦ Παύλου, «ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία» εἰπόντος. |
(22.) Πάντες οἱ ἀκάθαρτοι λογισμοὶ διὰ τὰ πάθη χρονίζοντες ἐν ἡμῖν κατάγουσι τὸν νοῦν «εἰς ὄλεθρον καὶ ἀπώλειαν»· ὥσπερ γὰρ τὸ νόημα τοῦ ἄρτου χρονίζει ἐν τῷ πεινῶντι διὰ τὴν πεῖναν καὶ τὸ νόημα τοῦ ὕδατος ἐν τῷ διψῶντι διὰ τὴν δίψαν, οὕτω καὶ τὰ νοήματα τῶν χρημάτων καὶ κτημάτων χρονίζει διὰ τὴν πλεονεξίαν καὶ τὰ νοήματα τῶν βρωμάτων καὶ τῶν τικτομένων αἰσχρῶν λογισμῶν ἐκ τῶν βρωμάτων χρονίζει διὰ τὰ πάθη. Ἀλλὰ καὶ ἐπὶ τῶν τῆς κενοδοξίας λογισμῶν καὶ ἐπὶ τῶν ἄλλων νοημάτων ὁμοίως φανερωθήσεται. Οὐκ ἔστι δὲ νοῦν πνιγόμενον ὑπὸ τῶν τοιούτων νοημάτων παραστῆναι θεῷ καὶ τὸν τῆς δικαιοσύνης ἀναδήσασθαι στέφανον. Ἐκ τούτων γὰρ τῶν λογισμῶν κατασπώμενος καὶ ἐν τοῖς Εὐαγγελίοις ἐκεῖνος ὁ τρισάθλιος νοῦς τὸ τῆς γνώσεως τοῦ θεοῦ ἄριστον παρῃτήσατο· καὶ πάλιν ὁ δεσμούμενος χεῖρας καὶ πόδας καὶ εἰς τὸ ἐξώτερον σκότος βαλλόμενος ἐκ τούτων τῶν λογισμῶν εἶχε καθυφασμένον τὸ ἔνδυμα, ὅνπερ οὐκ ἄξιον τῶν τοιούτων γάμων ὁ καλέσας ἀπεφήνατο εἶναι· διὸ ἔνδυμά ἐστι γαμικὸν ἀπάθεια ψυχῆς λογικῆς κοσμικὰς ἀρνησαμένης ἐπιθυμίας. Τίς δὲ ἡ αἰτία τοῦ τὰ νοήματα τῶν αἰσθητῶν πραγμάτων χρονίζοντα διαφθείρειν τὴν γνῶσιν ἐν τοῖς περὶ προσευχῆς κεφαλαίοις λεχθήσεται. |
(23.) Μηδεὶς τῶν ἀναχωρούντων μετ’ ὀργῆς ἢ ὑπερηφανίας ἢ λύπης ἀναχωρείτω μηδὲ φευγέτω τοὺς ἀδελφοὺς ὑπὸ τοιούτων λογισμῶν ἐνοχλούμενος· γίνονται γὰρ καὶ ἐκστάσεις ἀπὸ τῶν τοιούτων παθῶν, τῆς καρδίας ἀπὸ νοή- ματος εἰς νόημα καὶ ἀπὸ τούτου ἐφ’ ἕτερον καὶ ἀπ’ ἐκείνου ἐπ’ ἄλλο κατὰ μικρὸν ἐμπιπτούσης εἰς βάραθρον λήθης. Πολλοὺς γὰρ ἔγνωμεν τῶν ἀδελφῶν περιπεσόντας τούτῳ τῷ ναυαγίῳ, οὓς οἱ λοιποὶ μετὰ δακρύων καὶ προσ- ευχῆς αὖθις εἰς τὸν ἀνθρώπινον ἐπανήγαγον βίον· τινὲς δὲ καὶ ἀνεπάνακτον λήθην λαβόντες οὐκέτι ἴσχυσαν καταλαβεῖν τὴν πρώτην κατάστασιν καὶ μέχρι τῆς σήμερον ἡμεῖς οἱ ταπεινοὶ βλέπομεν τὰ τῶν ἀδελφῶν ἡμῶν ναυάγια· τοῦτο δὲ τὸ πάθος ὡς ἐπὶ τὸ πλεῖστον ἀπὸ τῶν τῆς ὑπερηφανίας συμβαίνει λογισμῶν. Ὅταν δέ τις ἀναχωρῇ τοιαύτην ἔχων κατάστασιν, πρῶτον μὲν ὁρᾷ τὸν τῆς κέλλης ἀέρα διάπυρον καὶ ἀστραπάς τινας νύκτωρ ἐκλαμπούσας περὶ τοὺς τοίχους, ἔπειτα φωνὰς διωκόντων καὶ διωκομένων καὶ ἅρματα σὺν ἵπποις κατὰ τὸν ἀέρα τυπούμενα καὶ τὸν οἶκον ὅλον πεπληρωμένον Αἰθιόπων καὶ ταραχῆς· καὶ ἀπὸ τῆς ὑπερβαλλούσης δειλίας ἐκστάσει λοιπὸν περιπίπτει καὶ μετέωρος γίνεται καὶ τῆς ἀνθρωπίνης ἀπὸ τοῦ φόβου ἐπιλανθάνεται καταστάσεως. Διὸ ἀνάγκη μετὰ πολλῆς ταπεινοφροσύνης ἀναχωρεῖν καὶ πραΰτητος καὶ λόγοις πνευματικοῖς παρακαλεῖν τὴν ψυχὴν τούτου καὶ τὰ τοῦ ἁγίου Δαυὶδ φθέγγεσθαι πρὸς αὐτήν· «Εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ· τὸν εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου· τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς.» Ταῦτα καὶ τὰ τοιαῦτα φθέγγου πρὸς αὐτήν, καθάπερ μήτηρ ἐν πανηγύρει τὸ ἴδιον παιδίον ἐπιζητοῦσα πυκνότερον, μή τις αὐτὸ τῶν κακούργων ἁρπάσας ἀπέλθῃ· μάλιστα δὲ διὰ συντόνου προσευχῆς ἀεὶ κάλει τὴν ψυχὴν πρὸς τὸν κύριον. |
(24.) Οὐ πάντες ἅμα πειράζουσιν ἡμᾶς οἱ δαίμονες οὐδ’ ἐν τῷ αὐτῷ χρόνῳ λογισμοὺς ἡμῖν ἐμβάλλουσι, διὰ τὸ μὴ πεφυκέναι τὸν νοῦν κατὰ τὸν αὐτὸν καιρὸν δύο πραγμάτων αἰσθητῶν δέχεσθαι τὰ νοήματα· εἴπομεν γὰρ ἐν τῷ ἑπτα- καιδεκάτῳ κεφαλαίῳ χωρὶς πράγματος αἰσθητοῦ μὴ ἐπι- συμβαίνειν ἡμῖν ἀκάθαρτον λογισμόν. Εἰ δὲ ὀξύτατος ὢν κατὰ τὴν κίνησιν ἡμῶν ὁ νοῦς ἀλλήλους συνάπτει τοὺς λογισμούς, οὐ παρὰ τοῦτο δεῖ καὶ νομίζειν ἐν τῷ αὐτῷ χρόνῳ πάντας συνίστασθαι· τοιοῦτο γάρ τι ποιεῖ καὶ ὁ τοῦ κεραμέως τροχός, συνάπτων δύο ψηφίδας ἀλλήλαις πεπηγυίας ἐν τοῖς πέρασι μιᾶς τῆς ἐν τῷ τροχῷ διαμέτρου διὰ πολλὴν ὀξύτητα τῆς φορᾶς. Ἔξεστι δέ σοι καὶ μορφώσαντι ἐν σεαυτῷ τοῦ πατρός σου τὸ πρόσωπον δοκιμάσαι πότερον τούτου μένοντος ἐπισυμβαίνει καὶ ἕτερον πρόσωπον ἢ διαφεύγοντος τοῦ προτέρου τὸ δεύτερον μετ’ ἐκεῖνο συνίσταται πρόσωπον· εἰ γὰρ ἐν τῷ αὐτῷ χρόνῳ δυνατὸν ἦν καὶ χρυσοῦ δέξασθαι νόημα καὶ τοῦ λελυπηκότος τὸ νόημα, πάντως ἂν καὶ συνέβη κατὰ τὸν αὐτὸν καιρὸν καὶ τῷ τῆς φιλαργυρίας καὶ τῷ τῆς μνησικακίας περι- πεσεῖν ἡμᾶς δαίμονι, ὅπερ τῶν ἀδυνάτων ἐστὶ διὰ τὸ μὴ δύνασθαι τὸν νοῦν, ὥσπερ ἔφην, ἐν τῷ αὐτῷ καιρῷ καὶ τὸ τοῦ χρυσοῦ καὶ τὸ τοῦ λελυπηκότος δέξασθαι νόημα. Δεῖ τοίνυν ἐν τοῖς καιροῖς τῶν πειρασμῶν πειρᾶσθαι μεταφέρειν τὸν νοῦν ἀπὸ τοῦ ἀκαθάρτου λογισμοῦ ἐφ’ ἕτερον νόημα καὶ ἀπὸ τούτου ἐπ’ ἄλλο, καὶ οὕτω δια- φεύγειν τὸν κακὸν ἐκεῖνον ἐργοδιώκτην· εἰ δὲ μὴ μεταβαίνει ὁ νοῦς περιεχόμενος τοῦ πράγματος, τῷ πάθει βεβάπτισται· καὶ λοιπὸν κινδυνεύει πρὸς τὴν κατ’ ἐνέργειαν ἁμαρτίαν ὁδεύων· καὶ πολλῆς ὁ τοιοῦτος ὄντως δεῖται καθάρσεως καὶ ἀγρυπνίας καὶ προσευχῆς. |
(25.) Ὅσοι τῶν ἀνθρώπων τινὰ τῶν ἐν ταῖς φύσεσιν ἐθεώρησαν ἐκ τῶν πραγμάτων, καὶ τὰς ἀποδείξεις ἐκ τῶν θεωρη- θέντων παρέσχοντο· ἐμὴ δὲ ἀπόδειξις ἐν τοῖς πλείοσιν ἡ τοῦ ἀναγινώσκοντός ἐστι καρδία, καὶ τοῦτο εἰ συνετὴ εἴη καὶ τοῦ μοναδικοῦ βίου πεπειραμένη. Τοῦτο δὲ λελάληκα διὰ τὸ νῦν προκείμενον ἡμῖν θεώρημα φυσικὸν ἐκ τῶν κατὰ διάνοιαν γινομένων ὑπὸ τοῦ ἀναγινώσκοντος βεβαιού- μενον. Ἀρκτέον δὲ ἐντεῦθεν τοῦ λόγου ὅπως ὁ νοῦς πάντων τῶν αἰσθητῶν πραγμάτων πέφυκε δέχεσθαι τὰ νοήματα καὶ τυποῦσθαι κατ’ αὐτὰ διὰ τοῦ ὀργανικοῦ σώματος τούτου· ὁποία γὰρ ἂν εἴη τοῦ πράγματος ἡ μορφή, τοιαύτην ἀνάγκη καὶ τὸν νοῦν δέξασθαι τὴν εἰκόνα· ὅθεν καὶ ὁμοιώματα λέγεται τὰ νοήματα τῶν πραγμάτων τῷ τὴν αὐτὴν ἐκείνοις διασῴζειν μορφήν· ὥσπερ οὖν πάντων ὁ νοῦς τῶν αἰσθητῶν πραγμάτων δέχεται τὰ νοήματα, οὕτω καὶ τοῦ ἰδίου ὀργάνου—αἰσθητὸν γὰρ καὶ τοῦτο—, χωρὶς δὲ πάντως τῆς ὄψεως· ταύτην γὰρ ἐν ἑαυτῷ μορφῶσαι ἀδυνατεῖ, μηδέποτε θεασάμενος. Καὶ μετὰ τούτου λοιπὸν ἔνδον τοῦ σχήματος ὁ νοῦς ἡμῶν πάντα πράττει καὶ καθέζεται καὶ βαδίζει καὶ δίδωσι καὶ λαμβάνει κατὰ διάνοιαν· καὶ ταῦτα ποιεῖ καὶ λέγει ὅσα καὶ βούλεται τῷ τάχει τῶν νοημάτων, ποτὲ μὲν τοῦ ἰδίου σώματος ἀναλαμβάνων τὸ σχῆμα καὶ τὴν χεῖρα ἐκτείνων ἐπὶ τὸ δέξασθαί τι τῶν διδομένων, ποτὲ δὲ τοῦτ’ ἀποβαλὼν τὸ σχῆμα καὶ τὴν τοῦ πλησίον ἐν τάχει μορφὴν ἐνδυσάμενος ὡς ἂν διδούς τι ταῖς ἰδίαις χερσίν· ἄνευ δὲ τῶν τοιούτων μορφῶν οὐκ ἂν ποιήσοι τι νοῦς, ὢν καὶ ἀσώματος καὶ πάσης κινήσεως τοιαύτης ἐστερημένος. Δεῖ οὖν τὸν ἀναχωροῦντα τηρεῖν τὸν ἴδιον νοῦν κατὰ τὸν καιρὸν τῶν πειρασμῶν· μέλλει γὰρ ἁρπάζειν εὐθὺς ἐπίσταντος τοῦ δαίμονος σώματος τοῦ ἰδίου τὸ σχῆμα καὶ συμπλέκειν ἔνδον πρὸς μάχην τῷ ἀδελφῷ ἢ ἅπτεσθαι γυναικός· τοιοῦτον γὰρ καὶ τὸν μοιχὸν ἐν τοῖς Εὐαγγελίοις ὠνόμασεν ὁ Χριστὸς ἤδη μοιχεύοντα ἐν τῇ καρδίᾳ τὴν τοῦ πλησίον γυναῖκα· χωρὶς δὲ τούτου τοῦ σχήματος οὐκ ἂν νοῦς μοιχεύσοι ποτέ, ἀσώματος ὢν καὶ ἄνευ τοιούτων νοημάτων ἐγγίσαι πράγματι αἰσθητῷ μὴ δυνάμενος· καὶ ταῦτά ἐστι τὰ παραπτώματα. Πλὴν πρόσεχε σεαυτῷ πῶς ἄνευ τοῦ προσώπου τοῦ ἰδίου σώματος ὁ νοῦς ἐνδύεται τὴν μορφήν, τὸν δὲ πλησίον πάλιν ὅλον κατὰ διάνοιαν ἐκτυποῖ, ἐπειδὴ τοιοῦτον ὅλον προλαβὼν καὶ ἑώρακεν. Ἀλλὰ ταῦτα ἐν τοῖς πειρασμοῖς ἀδύνατον ὀφθῆναι, πῶς τε γίνεται καὶ οὕτω ταχέως ἐπιτελεῖται κατὰ διάνοιαν, μὴ τοῦ κυρίου ἐπιτιμῶντος τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ καὶ ποιοῦντος γαλήνην μεγάλην καὶ ἀπάγοντος τὸν πλέοντα ἐπὶ τὴν γῆν ἐφ’ ἣν ἔσπευδε. Δεῖ οὖν τὸν ἀναχωροῦντα προσέχειν ἑαυτῷ «μήποτε γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ αὐτοῦ ἀνόμημα»· μέλλει γὰρ ὁ νοῦς κατὰ τὸν καιρὸν τῶν πειρασμῶν, ἐπιστάντος τοῦ δαίμονος, ἁρπάζειν τοῦ σώματος τοῦ ἰδίου τὸ σχῆμα. Ἐκ ταύτης δὲ τῆς θεωρίας κινηθέντες, καὶ τὸν τοῦ ἀκαθάρτου λογισμοῦ παρεθήκαμεν λόγον· λογισμὸς γὰρ δαιμονιώδης ἐστὶν εἰκὼν τοῦ αἰσθητοῦ ἀνθρώπου συνισταμένη κατὰ διάνοιαν, ἀτελής, μεθ’ ἧς ὁ νοῦς κινούμενος ἐμπαθῶς λέγει τι ἢ πράττει ἀνόμως ἐν τῷ κρυπτῷ πρὸς τὸ μορφούμενον ἐκ διαδοχῆς εἴδωλον ὑπ’ αὐτοῦ. |
(26.) Εἴ τις βούλοιτο τῶν ἀναχωρητῶν γνῶσιν διακρίσεως παρὰ κυρίου λαβεῖν, τὰς ἐν χερσὶ πρῶτον ἐντολὰς κατ- εργαζέσθω προθύμως μηδὲν παραλιπὼν καὶ οὕτω κατὰ τὸν καιρὸν τῆς προσευχῆς «αἰτείτω» γνῶσιν «παρὰ τοῦ θεοῦ τοῦ διδόντος πᾶσιν ἁπλῶς καὶ μὴ ὀνειδίζοντος, αἰτείτω δὲ μηδὲν διακρινόμενος» μηδὲ ὑπὸ κυμάτων ἀπιστίας βαλλόμενος, «καὶ δοθήσεται αὐτῷ»· οὐκ ἔστι γὰρ πλειόνων πραγμάτων γνῶσιν λαβεῖν ἀμελοῦντα τῶν ἐγνωσμένων, ἵνα μή τις πολλὰ παραβαίνων πλειόνων ἁμαρτημάτων ὑπεύθυνος γένηται· καὶ μακάριον δουλεῦσαι γνώσει θεοῦ· ἐπικίνδυνον γὰρ ὄντως μὴ ποιεῖν τὰ ὑπ’ αὐτῆς προστασσόμενα, μακάριον δὲ εἰ πράττοι πάντα τὰ ὑπ’ αὐτῆς διδασκόμενα. Κυκλεύει γὰρ ὁ νοῦς ἐμπαθὴς ὢν καὶ δυσκάθεκτος γίνεται τὰς ποιητικὰς τῶν ἡδονῶν ὕλας ἐπισκεπτόμενος· ἵσταται δὲ τῆς πλάνης ἀπαθὴς γεγονὼς καὶ τοῖς ἀσωμάτοις περιτυχὼν τοῖς ἀποπληροῦσι τὰς πνευματικὰς ἐπιθυμίας αὐτῷ. Οὐκ ἔστι δὲ κτήσασθαι γνῶσιν, μὴ τὴν πρώτην ἀπόταξιν καὶ δευτέραν καὶ τρίτην ἀποταξάμενον. Καὶ πρώτη μέν ἐστιν ἀπόταξις κατάλειψις κοσμικῶν πραγμάτων ἑκούσιος τῆς τοῦ θεοῦ γνώσεως ἕνεκεν· δευτέρα δὲ ἀπόθεσις κακίας χάριτι τοῦ σωτῆρος ἡμῶν Χριστοῦ καὶ σπουδῇ τοῦ ἀνθρώπου προσγινομένη· τρίτη δὲ ἀπόταξις χωρισμὸς ἀγνοίας ἐστὶ τῶν πεφυκότων ἐμφανίζεσθαι τοῖς ἀνθρώποις κατ’ ἀναλογίαν τῆς καταστάσεως. |
(27.) Οὕτω μὲν οἱ ἀναχωροῦντες μεθ’ ἡμέραν ὑπὸ δαιμόνων πειράζονται καὶ ποικίλοις περιπίπτουσι λογισμοῖς, νύκτωρ δὲ πάλιν καθ’ ὕπνον ἀσπίσι μάχονται πτερωταῖς καὶ ὑπὸ θηρίων σαρκοβόρων κυκλοῦνται καὶ ὑπὸ ὄφεων ζώννυνται καὶ ἀπὸ ὑψηλῶν ὀρέων κατακρημνίζονται. Ἔστι δὲ ὅτε καὶ διυπνισθέντες ὑπὸ τῶν αὐτῶν αὖθις κυκλοῦνται θηρίων καὶ τὴν κέλλαν διάπυρον καὶ καπνιζομένην ὁρῶσιν· καὶ ὅταν μὴ ἐνδῶσι πρὸς ταύτας τὰς φαντασίας μήτε εἰς δειλίαν προσπέσωσιν, εὐθέως πάλιν εἰς γυναῖκας ὁρῶσι μεταβαλλομένους τοὺς δαίμονας, θρυπτομένας ἀσχημόνως καὶ παίζειν ἐθελούσας αἰσχρῶς. Ταῦτα δὲ πάντα ἐπινοοῦσι θυμὸν ἢ ἐπιθυμίαν συνταράξαι βουλόμενοι, ὅπως ὁ πρὸς τοὺς ἀναχωρητὰς γένηται πόλεμος· πάνυ γὰρ ὀξέως ἐν τῇ ἐπιούσῃ πειράζεται θυμὸς νύκτωρ προταραχθείς, καὶ διαδέχεται ῥᾳδίως ἐπιθυμία λογισμοὺς πορνικοὺς ἐν ταῖς καθ’ ὕπνον φαντασίαις προκινηθεῖσα. Ταύτας δὲ τὰς φαντασίας ἐπάγουσιν ἑαυτοῖς, ὥσπερ ἔφην, ὁδοποιοῦντες εἰς τὴν ἑξῆς ἢ προταραχθέντας αὐτοὺς τῇ προτέρᾳ νύκτωρ ἐπὶ πλεῖστον ταπεινῶσαι βουλόμενοι· καὶ τοῖς μὲν φοβεροῖς φάσμασι μᾶλλον οἱ ὀργίλοι τῶν ἀδελφῶν περιπίπτουσι καὶ θυμώδεις, ταῖς δὲ αἰσχραῖς φαντασίαις οἱ ἄρτου πλείονος καὶ ὕδατος ἐμφορούμενοι. Ἀλλὰ δεῖ οὖν τοὺς ἀναχωροῦντας ἀγρυπνεῖν καὶ προσεύχεσθαι ἵνα μὴ εἰσέλθωσιν εἰς πειρασμὸν καὶ πάσῃ φυλακῇ τηρεῖν τὴν καρδίαν, πραΰτητι μὲν καὶ ψαλμοῖς τὸν θυμὸν καταπαύοντας, λιμῷ δὲ καὶ δίψῃ τὴν ἐπιθυμίαν μαραίνοντας. Πάνυ δὲ συμβάλλεται πρὸς τὰς τοιαύτας φαντασίας εὐποιΐα καὶ ἔλεος· καὶ τοῦτο διδάσκει σαφῶς ἐν ταῖς Παροιμίαις ὁ σοφὸς Σολομών· «Ἐὰν γὰρ κάθῃ, φησίν, ἄφοβος ἔσῃ· ἐὰν δὲ καθεύδῃς, ἡδέως ὑπνώσεις καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσαν οὐδὲ ὁρμὰς ἀσεβῶν ἐπερχομένας· ὁ γὰρ κύριος ἔσται ἐπὶ πασῶν ὁδῶν σου καὶ ἐρείσει σὸν πόδα, ἵνα μὴ σαλευθῇς· μὴ ἀπόσχῃ εὖ ποιεῖν ἐνδεῆ ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν· μὴ εἴπῃς· ἐπανελθὼν ἐπάνηκε καὶ αὔριον δώσω· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα.» |
(28.) Ὅταν θυμὸν ἢ ἐπιθυμίαν νύκτωρ συνταράξαι μὴ δυνηθῶσιν οἱ δαίμονες, τὸ τηνικαῦτα κενοδοξίας ἐνύπνια πλάττουσι καὶ εἰς βάραθρον λογισμῶν κατάγουσι τὴν ψυχήν. Ἔστι δὲ αὐτῶν τὰ ἐνύπνια, ὡς ἐν τύπῳ εἰπεῖν, τοιαῦτα· πολλάκις ἑαυτόν τις ἑώρακεν ἐπιτιμῶντα δαίμοσι καὶ πάθη τινὰ σωματικὰ θεραπεύοντα ἢ σχῆμα ποιμαντικὸν περικείμενον καὶ νέμοντα ποίμνιον· καὶ διεγερθεὶς εὐθὺς ἱερωσύνης φαντασίαν λαμβάνει καὶ τὰ ἐν ταύτῃ λοιπὸν πράγματα διαλογίζεται πανημέριον· ἢ ὡς μέλλοντος αὐτῷ δίδοσθαι χαρίσματος ἰαμάτων, καὶ τὰ γινόμενα λοιπὸν σημεῖα προβλέπει καὶ τοὺς ἰαθησομένους φαντάζεται, τάς τε παρὰ τῶν ἀδελφῶν τιμὰς καὶ τὰς παρὰ τῶν ἔξωθεν δωροφορίας, ὅσοι τε ἀπ’ Αἰγύπτου καὶ ὅσοι ἐκ τῆς ὑπερορίας πρὸς αὐτὸν ὑπὸ τῆς φήμης ἐλαυνόμενοι παραγίνονται. Πολλάκις δὲ εἰς λύπην ἀπαρηγόρητον τοὺς ἀναχωροῦντας ἐμβάλλουσι, δεικνύντες αὐτοῖς τινας τῶν ἰδίων νοσοῦντας καὶ κατὰ γῆν ἢ κατὰ θάλασσαν κινδυ- νεύοντας. Ἔστι δὲ ὅτε καὶ αὐτοῖς τοῖς ἀδελφοῖς προμαν- τεύονται δι’ ἐνυπνίων τοῦ μοναδικοῦ βίου ναυάγια, ἀπὸ ὑψηλῶν κλιμάκων ἀναβάντας αὐτοὺς καταστρέφοντες καὶ τυφλοὺς πάλιν ποιοῦντες ψηλαφῶντας τοὺς τοίχους. Καὶ ἄλλα μυρία τινὰ τερατεύονται, ἤχοις τε τῶν ἀνέμων συναποχρώμενοι πρὸς ἐπιδημίαν δαιμόνων ἢ ἀγρίων θηρίων ἢ διηγήματά τινα διηγούμενοι πρὸς τὸ παραδραμεῖν τὰς τῶν συνάξεων ὥρας, οἷς οὐ δεῖ προσέχειν, ἀλλὰ νήφοντι τῷ λογισμῷ διελέγχειν αὐτοὺς πρὸς ἀπάτην καὶ πλάνην τῶν ψυχῶν ταῦτα ποιοῦντας. Τὰ γὰρ ἐνύπνια τῶν ἀγγέλων οὐκ ἔστι τοιαῦτα, ἀλλὰ πολλὴν γαλήνην ἔχοντα τῆς ψυχῆς καὶ χαρὰν ἀνεκλάλητον καὶ στέρησιν μεθ’ ἡμέραν λογισμῶν ἐμπαθῶν καὶ προσευχὴν καθαρὰν καί τινας καὶ λόγους τῶν γεγονότων ἠρέμα ὑπὸ κυρίου προκύπτοντας καὶ τὴν τοῦ κυρίου σοφίαν ἀποκαλύπτοντας. |
(29.) Εἴ τις τῶν ἀναχωρούντων ἐν ταῖς καθ’ ὕπνον φαντασίαις ἐπὶ τοῖς φοβεροῖς ἢ πορνικοῖς μὴ ἐκταράσσοιτο φάσμασιν, ἀλλὰ καὶ ὀργίζοιτο ἐπὶ ταῖς αἰσχρῶς προσιούσαις αὐτῷ καὶ τύπτοι ταύτας καὶ ἐφαπτόμενος πάλιν γυναικείων σωμάτων ἕνεκεν θεραπείας—δεικνύουσι γὰρ καὶ οὕτως οἱ δαίμονες—μὴ ἐκθερμαίνοιτο, τινὰς δὲ αὐτῶν μᾶλλον καὶ νουθετοίη περὶ σωφροσύνης, οὗτος ὄντως μακάριος τῆς τοιαύτης ἀπαθείας ἐστί· ψυχὴ γὰρ πρακτικὴν σὺν θεῷ κατορθώσασα καὶ λυθεῖσα τοῦ σώματος ἐν ἐκείνοις γίνεται τοῖς τῆς γνώσεως τόποις, ἐν οἷς ἂν αὐτὴν τὸ τῆς ἀπαθείας πτερὸν καταπαύσῃ, ἀφ’ ὧν λοιπὸν λήψεται καὶ τὰς πτέρυγας τῆς ἁγίας ἐκείνης περιστερᾶς καὶ πετασθήσεται διὰ τῆς θεωρίας πάντων τῶν αἰώνων καὶ καταπαύσει εἰς τὴν γνῶσιν τῆς προσκυνητῆς τριάδος. |
(30.) Τῶν ἀκαθάρτων λογισμῶν οἱ μὲν θεωροῦνται ἐν τῇ ὁδῷ τῆς ἀρετῆς, οἱ δὲ παρὰ τὴν ὁδόν. Καὶ ὅσοι μὲν τὰς ἐντολὰς τοῦ θεοῦ γενέσθαι κωλύουσιν, οὗτοι παρὰ τὴν ὁδὸν διατρίβουσιν· ὅσοι δ’ αὖ πάλιν μὴ γενέσθαι μὲν αὐτὰς οὐ πείθουσι, γινομένας δὲ πρὸς τὸ φανῆναι τοῖς ἀνθρώποις ὑποβάλλουσι γίνεσθαι, οὗτοι πάντες ἐν τῇ ὁδῷ θεωροῦνται τὸν σκοπὸν ἡμῶν ἢ τὸν τρόπον καθ’ ὃν δεῖ γενέσθαι τὴν ἐντολὴν διαφθείροντες· ὅθεν ἀνάγκη τὸν ποιοῦντα τὴν ἐντολὴν διὰ τὸν κύριον ποιεῖν καὶ ἱλαρῶς αὐτὴν κατεργάζεσθαι· «Ὁ γὰρ ἐλεῶν, εἶπεν, ἐν ἱλαρότητι.» Τί γὰρ ὄφελος ἐὰν ἐκδύσωμαι τὸν τῆς πλεονεξίας λογισμὸν δι’ εὐποιΐας καὶ τὸν τῆς γαστριμαργίας δι’ ἐγκρατείας, ἄλλους δὲ κενοδοξίας ἢ γογγυσμῶν ἐπενδύσωμαι λογισμούς; πάντως τοῦτό που πείσομαι κατὰ τὸν καιρὸν τῆς προσ- ευχῆς καὶ ὑπὸ τούτων, ὅπερ ἄν μοι καὶ ἐπὶ τῶν πρώτων ἐκείνων συνέβη λογισμῶν, τὸ ἐκπεσεῖν τοῦ φωτὸς τοῦ κατὰ τὸν καιρὸν τῆς προσευχῆς τὸν νοῦν περιλάμποντος. Περὶ τούτων δὲ τῶν λογισμῶν καὶ ὁ μακάριος γράφει Δαυίδ· «Ἐν ὁδῷ ταύτῃ ᾗ ἐπορευόμην ἔκρυψαν παγίδα μοι»· καὶ πάλιν· «Σχοινία διέτειναν παγίδα τοῖς ποσί μου· ἐχόμενα τρίβου σκάνδαλα ἔθεντό μοι»· τὸ γὰρ «ἐχόμενα» τὸ ἐγγὺς τῆς τρίβου σημαίνειν μοι φαίνεται. |
(31.) Τῷ δαιμονιώδει λογισμῷ τρεῖς ἀντίκεινται λογισμοὶ τέμνοντες αὐτὸν ἐν τῇ διανοίᾳ χρονίζοντα, ὅ τε ἀγγελικὸς καὶ ὁ ἐκ τῆς ἡμετέρας προαιρέσεως ῥεπούσης ἐπὶ τὸ κρεῖττον καὶ ὁ ἐκ τῆς ἀνθρωπίνης ἀναδιδόμενος φύσεως, καθ’ ὃν κινούμενοι καὶ ἐθνικοὶ ἀγαπῶσί τε τὰ ἴδια τέκνα καὶ τοὺς ἑαυτῶν τιμῶσι γονεῖς. Τῷ δὲ ἀγαθῷ λογισμῷ δύο μόνον ἀντίκεινται λογισμοί, ὅ τε δαιμονιώδης καὶ ὁ ἐκ τῆς ἡμετέρας προαιρέσεως ἀποκλινούσης ἐπὶ τὸ χεῖρον. Ἐκ δὲ τῆς φύσεως οὐδεὶς ἐξέρχεται λογισμὸς πονηρός· οὐ γὰρ ἀπ’ ἀρχῆς γεγόναμεν πονηροί, εἴπερ καλὸν σπέρμα ἔσπειρεν ὁ κύριος ἐν τῷ ἰδίῳ ἀγρῷ. Οὐ γὰρ εἴ τινος δεκτικοί ἐσμεν, τούτου πάντως καὶ τὴν δύναμιν ἔχομεν, ἐπεὶ καὶ μὴ εἶναι δυνάμενοι τοῦ μὴ ὄντος οὐκ ἔχομεν δύναμιν, εἴπερ δυνάμεις ποιότητές εἰσι, τὸ δὲ μὴ ὂν οὐκ ἔστι ποιότης. Ἦν γὰρ ὅτε οὐκ ἦν κακία καὶ ἔσται ὅτε οὐκ ἔσται· <οὐκ ἦν δὲ ὅτε οὐκ ἦν ἀρετή, οὐδὲ ἔσται ὅτε οὐκ ἔσται>· ἀνεξάλειπτα γὰρ τὰ σπέρματα τῆς ἀρετῆς· πείθει δέ με καὶ ὁ πλούσιος ἐκεῖνος ἐν τοῖς Εὐαγγελίοις κατὰ τὸν ᾅδην κρινόμενος καὶ οἰκτείρων τοὺς ἀδελφούς· τὸ δὲ ἐλεεῖν σπέρμα τυγχάνει τὸ κάλλιστον τῆς ἀρετῆς. |
(32.) Εἴ τις καθαρᾶς ἐφίεται προσευχῆς καὶ νοῦν ἄνευ λογισμῶν προσάγειν θεῷ, κρατείτω θυμοῦ καὶ τοὺς ἐκ τούτου γεννωμένους τηρείτω λογισμούς, λέγω δὴ τοὺς ἐξ ὑπονοίας καὶ μίσους καὶ μνησικακίας ἐπισυμβαίνοντας, οἵτινες μάλιστα τυφλοῦσι τὸν νοῦν καὶ τὴν οὐράνιον αὐτοῦ κατάστασιν διαφθείρουσι· τοῦτο γὰρ ἡμῖν καὶ ὁ ἅγιος Παῦλος παρῄνεσεν· «Ἐπαίρειν, φησί, πρὸς κύριον ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν.» Ἀλλὰ κακὴ συνήθεια τοῖς ἀποτασσομένοις παρηκολούθησε καὶ μετὰ τῶν οἰκείων πολλάκις δικαζόμενοι μάχονται χρημάτων ἕνεκεν ἢ κτημάτων ὀφειλόντων χορηγηθῆναι τοῖς πένησιν· οὗτοι κατὰ τὸν ἡμέτερον λόγον ὑπὸ δαιμόνων ἐμπαίζονται καὶ στενοτέραν αὐτοῖς τὴν ὁδὸν τοῦ μοναδικοῦ βίου κατασκευάζουσι, θυμὸν ὑπὲρ χρημάτων ἀνάπτοντες καὶ αὖθις χρήμασι κατασβέσαι σπουδάζοντες, ὡς εἴ τις περόνῃ τοὺς ὀφθαλμοὺς ἔνυσσεν, ἵνα κολλύριον βάλῃ· πωλῆσαι γὰρ τὰ ὑπάρχοντα καὶ δοῦναι πτωχοῖς ὁ κύριος ἡμῶν προσέταξεν, ἀλλ’ οὐ μέντοι μετὰ μάχης καὶ δίκης· «Δοῦλον γὰρ κυρίου οὐ δεῖ μάχεσθαι», ἀλλὰ καὶ τῷ θέλοντι ὑπὲρ τοῦ χιτῶνος αὐτῷ δικάσασθαι χρὴ προσθεῖναι καὶ τὸ ἱμάτιον καὶ τῷ ῥαπίσαντι τὴν δεξιὰν σιαγόνα παραθεῖναι καὶ τὴν ἑτέραν καὶ σπουδάσαι λοιπὸν οὐχ ὅπως λαβὼν ἀπέλθῃ τὰ χρήματα, ἀλλ’ ὅπως μὴ μνησι- κακίας λογισμοῖς περιπεσὼν ἀποθάνῃ, εἴπερ «ὁδοὶ μνησικάκων εἰς θάνατον» ἄγουσι κατὰ τὸν σοφὸν Σολομῶντα. Πλὴν ἴστω πᾶς ὁ κατέχων τοιαῦτα χρήματα ὅτι τυφλῶν καὶ χωλῶν καὶ λεπρῶν ἥρπασε τροφὰς καὶ τὴν σκέπην καὶ λόγον ὀφείλει τῷ κυρίῳ ἐν ἡμέρᾳ κρίσεως. |
(33.) Εἰσί τινες τῶν ἀκαθάρτων δαιμόνων οἵτινες ἀεὶ τοῖς ἀναγινώσκουσι προσκαθέζονται καὶ τὸν νοῦν αὐτῶν ἁρπάζειν ἐπιχειροῦσι, πολλάκις καὶ ἀπ’ αὐτῶν τῶν θείων γραφῶν λαμβάνοντες ἀφορμὰς καὶ εἰς λογισμοὺς πονηροὺς κατα- λήγοντες, ἔστι δὲ ὅτε καὶ παρὰ τὴν συνήθειαν χασμᾶσθαι καταναγκάζοντες καὶ ὕπνον βαρύτατον ἐπιβάλλοντες πολὺ τοῦ συνήθους ἀλλότριον—ὡς μέν τινες τῶν ἀδελφῶν ἐφαντάσθησαν κατὰ φυσικὴν ἀντίθεσιν ἄρρητον, οὕτω δὲ ἐγὼ παρατηρήσας πολλάκις κατέμαθον—, ἐφαπτόμενοι τῶν βλεφάρων καὶ ὅλης τῆς κεφαλῆς καὶ ταύτην τῷ οἰκείῳ σώματι καταψύχοντες· ψυχρὰ γὰρ λίαν τὰ τῶν δαιμόνων σώματα καὶ κρυστάλλῳ παρεμφερῆ· ὅθεν καὶ ὡς ὑπὸ σικύας αἰσθανόμεθα τῆς κεφαλῆς ἑλκομένης μετὰ τρισμοῦ. Τοῦτο δὲ ποιοῦσιν ἵνα τὴν ἐναποκειμένην τῷ κρανίῳ θερμότητα πρὸς ἑαυτοὺς ἐπισπώμενοι, ὑπὸ τῆς ὑγρότητος λοιπὸν καὶ ψυχρότητος χαλασθέντα τὰ βλέφαρα περιρρυῇ ταῖς κόραις τῶν ὀφθαλμῶν. Πολλάκις γοῦν ψηλαφήσας κατέλαβον δίκην κρυστάλλου πεπηγότα τὰ βλέφαρα, τὴν δὲ ὄψιν νενεκρωμένην ὅλην καὶ φρίσσουσαν. Καίτοι ὁ φυσικὸς ὕπνος θερμαίνειν μὲν τὰ σώματα πέφυκε καὶ τῶν ὑγιαινόντων τὰς ὄψεις ἀνθηρὰς ἀπεργάζεσθαι, ὡς ἔστι καὶ ἀπ’ αὐτῆς τῆς πείρας μαθεῖν· τὰς δὲ παρὰ φύσιν καὶ διατεταμένας χάσμας ποιοῦσι λεπτύνοντες ἑαυτοὺς καὶ τῶν ἔνδον τοῦ στόματος ἐφαπτόμενοι. Ἀλλὰ τοῦτο μὲν ἐγὼ μέχρι τῆς σήμερον οὐκ ἐνόησα, καίτοι πολλάκις αὐτὸ πεπονθώς· τοῦ δὲ ἁγίου Μακαρίου ἤκουσα τοῦτό μοι λελαληκότος καὶ εἰς ἀπόδειξιν φέροντος τὸ σφραγίζειν τοὺς χασμωμένους τὸ στόμα κατὰ ἀρχαίαν παράδοσιν ἄρρητον. Ταῦτα δὲ πάντα πάσχομεν διὰ τὸ μὴ προσέχειν νηφόντως ἡμᾶς τῇ ἀναγνώσει μηδὲ μεμνῆσθαι ὅτι λόγια ἅγια θεοῦ ζῶντος ἀναγινώσκομεν. |
34. Ἐπειδὴ δὲ γίνονται καὶ διαδοχαὶ τῶν δαιμόνων, τοῦ πρώτου κατὰ τὸν πόλεμον ἀσθενήσαντος καὶ τὸ προσφιλὲς αὐτῷ πάθος κινῆσαι μὴ δυναμένου, ταύτας παρατηρήσαντες εὑρίσκομεν οὕτως. Ὅταν πάθους τινὸς ἐν χρόνῳ πολλῷ σπανίσωσι λογισμοὶ καὶ γένηται αἰφνίδιος τούτου ζέσις καὶ κίνησις, ἡμῶν μηδεμίαν ἀφορμὴν δεδωκότων ἐξ ἀμελείας, τότε γινώσκομεν ὅτι χαλεπώτερος ἡμᾶς τοῦ προτέρου διεδέξατο δαίμων καὶ τὸν τόπον τοῦ πεφευγότος οὗτος τηρῶν τῇ οἰκείᾳ πονηρίᾳ προσανεπλήρωσεν. Ἀλλὰ καὶ οὗτος τῆς ψυχῆς ἡμῶν πάνυ συνίησι αὐτὴν πολλῷ σφοδρότερον παρὰ τὴν συνήθειαν πολεμούμενος καὶ τῶν χθὲς καὶ τρίτην ἡμέραν λογισμῶν ἀθρόως ἐκπεπτωκώς, μηδεμιᾶς ἔξωθεν παρεμπεσούσης προφάσεως. Φευγέτω τοίνυν ὁ νοῦς ταῦτα θεώμενος πρὸς τὸν κύριον, τὴν περι- κεφαλαίαν τοῦ σωτηρίου δεξάμενος καὶ τὸν θώρακα τῆς δικαιοσύνης ἐνδυσάμενος καὶ τὴν μάχαιραν σπασάμενος τοῦ πνεύματος καὶ τὸν θυρεὸν κουφίσας τῆς πίστεως, λεγέτω εἰς τὸν οἰκεῖον μετὰ δακρύων οὐρανὸν ἀναβλέψας· «Κύριε» Χριστέ, «δύναμις τῆς σωτηρίας μου», «κλῖνον πρός με τὸ οὖς σου, τάχυνον τοῦ ἐξελέσθαι με, γενοῦ μοι εἰς θεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον καταφυγῆς τοῦ σῶσαί με.» Μάλιστα δὲ νηστείαις καὶ ἀγρυπνίαις στιλβωσάτω τὴν μάχαιραν· ἐν ἑπτὰ γὰρ ὅλαις ἡμέραις θλιβήσεται πολεμούμενος καὶ βαλλόμενος τοῖς πεπυρωμένοις βέλεσι τοῦ πονηροῦ, καὶ μετὰ τὴν ἑβδόμην γνώσεται αὐτὸν ὅμοιον κατ’ ὀλίγον τῷ διαδεχθέντι γενόμενον καὶ παραμένοντα λοιπὸν ἐν ὅλῳ ἐνιαυτῷ, τὰ πολλὰ τιτρωσκόμενον μᾶλλον ἤπερ τιτρώσκοντα, μέχρις ἂν καὶ ὁ τοῦτον διαδεχόμενος παραγένηται, εἴγε χρόνον τακτὸν κατὰ τὸν Ἰὼβ πίπτομεν ὑπ’ αὐτοὺς καὶ οἱ οἶκοι ἡμῶν ἐκπορθοῦνται ὑπὸ ἀνόμων. |
(35.) Ὅταν ὁ τῆς γαστριμαργίας πολλὰ καὶ πολλάκις ἀγωνισάμενος δαίμων μὴ ἰσχύσῃ διαφθεῖραι τὴν τετυπω- μένην ἐγκράτειαν, τότε εἰς ἐπιθυμίαν ἀσκήσεως ἀκροτάτης ἐμβάλλει τὸν νοῦν, ἐξ ὧν καὶ τοὺς περὶ τὸν Δανιὴλ εἰς μέσον φέρει, τὴν πενιχρὰν ἐκείνην ζωὴν καὶ τὰ σπέρματα, καί τινων ἄλλων ἀναχωρητῶν μνημονεύει βεβιωκότων διὰ παντὸς οὕτως ἢ ἀρξαμένων καὶ τούτων μιμητὴν γενέσθαι καταναγκάζει, ἵνα τὴν ἄμετρον διώκων ἐγκράτειαν ἀποτύχῃ καὶ τῆς συμμέτρου, τοῦ σώματος μὴ ἀρκέσαντος διὰ τὴν οἰκείαν ἀσθένειαν, ὄντως εὐλογῶν τῷ στόματι καὶ καταρώμενος τῇ καρδίᾳ, ᾧ μὴ πείθεσθαι δίκαιον εἶναι νομίζω μηδὲ ἀπέχεσθαι ἄρτου καὶ ἐλαίου καὶ ὕδατος· ταύτην γὰρ τὴν δίαιταν πάνυ καλλίστην οἱ ἀδελφοὶ πεπειράκασιν εἶναι καὶ τοῦτο οὐ πρὸς κόρον καὶ ἅπαξ εἰς τὴν ἡμέραν. Θαυμάζω γὰρ εἴ τις ἄρτου καὶ ὕδατος κορεννύ- μενος δυνήσεται τὸν τῆς ἀπαθείας ὑποδέξασθαι στέφανον, ἀπάθειαν δὲ λέγω οὐ τὴν κωλύουσαν τὰς κατ’ ἐνέργειαν ἁμαρτίας—αὕτη γὰρ ἐγκράτεια λέγεται—, ἀλλὰ τὴν κατὰ διάνοιαν τοὺς ἐμπαθεῖς λογισμοὺς περικόπτουσαν, ἥντινα καὶ πνευματικὴν περιτομὴν τοῦ κρυπτοῦ Ἰουδαίου ὁ ἅγιος Παῦλος ὠνόμασεν. Εἰ δὲ ἀθυμεῖ τις ἐπὶ τοῖς λεχθεῖσι, μνημονευσάτω τοῦ σκεύους τῆς ἐκλογῆς ἀποστόλου «ἐν λιμῷ καὶ δίψῃ» τὸν δρόμον τελέσαντος. Μιμεῖται δὲ καὶ ὁ τῆς ἀκηδίας τοῦτον τὸν δαίμονα, ἀκροτάτην ἀναχώρησιν τῷ καρτερικῷ ὑποβάλλων καὶ εἰς ζῆλον προσκαλούμενος Ἰωάννου τοῦ Βαπτιστοῦ καὶ τῆς ἀπαρχῆς τῶν ἀναχωρητῶν Ἀντωνίου, ἵνα μὴ βαστάσας τὴν χρονίαν καὶ ἀπάνθρωπον ἀναχώρησιν φύγῃ μετ’ αἰσχύνης τὸν τόπον καταλιπὼν καὶ αὐτὸς λοιπὸν καυχώμενος εἴπῃ τὸ «ἴσχυσα πρὸς αὐτόν». |
(36.) Οἱ μὲν ἀκάθαρτοι λογισμοὶ πολλὰς εἰς αὔξησιν ὕλας προσδέχονται καὶ πολλοῖς συμπαρεκτείνονται πράγμασι· καὶ γὰρ πελάγη κατὰ διάνοιαν περῶσι μεγάλα καὶ μακρὰς ὁδοὺς ὁδεύειν οὐ παραιτοῦνται διὰ πολλὴν τοῦ πάθους θερμότητα· οἱ δὲ ὁπωσοῦν κεκαθαρμένοι στενότεροι τούτων μᾶλλόν εἰσι, πολλοῖς συμπαρεκτείνεσθαι πράγμασι μὴ δυνάμενοι διὰ τὴν τοῦ πάθους ἀσθένειαν· ὅθεν καὶ παρὰ φύσιν μᾶλλον κινοῦνται καὶ κατὰ τὸν σοφὸν Σολομῶντα χρόνον τινὰ ἔξω ῥέμβονται καὶ καλάμην συνάγουσιν εἰς τὴν παράνομον πλινθουργίαν, μηκέτι λαμβάνοντες ἄχυρα. Δεῖ οὖν πάσῃ φυλακῇ τηρεῖν τὴν καρδίαν, ἵνα σῴζηται ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος· ῥᾷον γὰρ ἀκάθαρτον καθάραι ψυχὴν ἢ καθαρθεῖσαν καὶ πάλιν τραυματισθεῖσαν εἰς ὑγείαν αὖθις ἀνακαλέσασθαι, τοῦ δαίμονος τῆς λύπης μὴ συγχωροῦντος, ἀλλ’ ἀεὶ ταῖς κόραις τῶν ὀφθαλμῶν ἐμπηδῶντος καὶ κατὰ τὸν καιρὸν τῆς προσ- ευχῆς τὸ τῆς ἁμαρτίας προφέροντος εἴδωλον. |
(37.) Οὐκ ἐπίστανται τὰς καρδίας ἡμῶν οἱ δαίμονες ὥς τινες τῶν ἀνθρώπων νομίζουσι· κύριος γὰρ μόνος ἐστὶ καρδιο- γνώστης «ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων» καὶ «πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν»· ἐκ δὲ τοῦ προφορικοῦ λόγου καὶ τῶν τοιῶνδε κινημάτων τοῦ σώματος τὰ πολλὰ τῶν ἐν τῇ καρδίᾳ νοημάτων ἐπιγινώσκουσιν. Ἅπερ ἐγὼ νῦν ἐβουλόμην δηλῶσαι σαφῶς, ἐπέσχε δέ με ὁ ἅγιος ἡμῶν ἱερεύς, ἀνάξιον εἶναι φήσας τὰ τοιαῦτα δημοσιεύεσθαι καὶ εἰς ἀκοὰς βεβήλων ἐμβάλλεσθαι, εἴπερ, φησί, καὶ ὁ τῇ ἀφέδρῳ συγγινόμενος κατὰ τὸν νόμον ὑπεύθυνος γίνεται. Πλὴν ὅτι ἐκ τῶν τοιούτων συμβόλων ἐπιγινώσκουσι τὰ ἐν τῇ καρδίᾳ κρυπτόμενα καὶ τὰς ἀφορμὰς ἐκ τούτων λαμβάνουσι καθ’ ἡμῶν. Πολλάκις γοῦν τινας κακολογήσαντες ἠλέγξαμεν ἑαυτοὺς οὐκ ἀγαπητικῶς ἔχοντας πρὸς αὐτούς· διὸ καὶ τῷ τῆς μνησικακίας περι- πεπτώκαμεν δαίμονι καὶ λογισμοὺς πονηροὺς εὐθὺς εἰλήφαμεν κατ’ αὐτῶν, οὕς γε μὴ πρότερον ἔγνωμεν ἡμῖν ἐπισυμβάντας. Διόπερ καλῶς ἡμῖν ἐγκαλεῖ καὶ τὸ πνεῦμα τὸ ἅγιον· «Καθήμενος, λέγον, κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον» καὶ τοῖς τῆς μνησικακίας λογισμοῖς ἤνοιγες θύραν καὶ τὸν νοῦν κατὰ τὸν καιρὸν τῆς προσευχῆς ἐξετάρασσες, τοῦ ἐχθροῦ σου τὸ πρόσωπον ἀεὶ φανταζόμενος καὶ τοῦτο θεοποιῶν· ὃ γὰρ βλέπει πάντως ὁ νοῦς προσευχόμενος, τοῦτο καὶ θεὸν ἄξιον ἐστὶν ὁμολογεῖν. Ἀλλὰ φύγωμεν, ἀδελφοί, τῆς κακηγορίας τὴν νόσον καὶ μηδενός ποτε κακῶς μνημονεύσωμεν μηδὲ τὰς ὄψεις δια- στρέφωμεν ἐπὶ μνήμῃ τῇ τοῦ πλησίον· πάντα γὰρ ἡμῶν τὰ σχήματα οἱ πονηροὶ περιεργάζονται δαίμονες καὶ οὐδὲν τῶν καθ’ ἡμᾶς καταλιμπάνουσιν ἀνεξέταστον, οὐκ ἀνάκλισιν, οὐ καθέδραν, οὐ στάσιν, οὐ λόγον, οὐ πάροδον, οὐ βλέμμα· πάντα περιεργάζονται, πάντα κινοῦσιν, ὅλην τὴν ἡμέραν καθ’ ἡμῶν δολιότητας μελετῶσιν, ἵνα τὸν ταπεινὸν κατὰ τὸν καιρὸν τῆς προσευχῆς συκοφαντήσωσι νοῦν καὶ τὸ μακάριον αὐτοῦ κατασβέσωσι φῶς. Ὁρᾷς καὶ ὁ ἅγιος Παῦλος τί φησι τῷ Τίτῳ· «Ἐν τῇ διδασκαλίᾳ ἀφθορίαν, λόγον ὑγιῆ, ἀκατάγνωστον, ἵν’ ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων λέγειν περὶ ἡμῶν φαῦλον»· ὁ δὲ μακάριος Δαυὶδ καὶ προσεύχεται λέγων· «Ῥῦσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων», ἀνθρώπους καὶ τοὺς δαίμονας ὀνομάζων διὰ τὸ τῆς φύσεως λογικόν· ἀλλὰ καὶ ὁ σωτὴρ ἐν τοῖς Εὐαγγελίοις ἐχθρὸν ἄνθρωπον εἶπε τὸν ἐπισπείραντα ἡμῖν τὰ τῆς κακίας ζιζάνια. |
(38.) Φύσιν μὲν λογικὴν ὑπὸ κακίας θανατωθεῖσαν ἐγείρει Χριστὸς διὰ τῆς θεωρίας πάντων τῶν αἰώνων· ὁ δὲ τούτου πατὴρ τὴν ἀποθανοῦσαν ψυχὴν τὸν θάνατον τοῦ Χριστοῦ ἐγείρει διὰ τῆς γνώσεως τῆς ἑαυτοῦ· καὶ τοῦτό ἐστι τὸ ὑπὸ τοῦ ἀποστόλου λεγόμενον, τὸ «εἰ συναπεθάνομεν τῷ Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ». |
(39.) Ὅταν ὁ νοῦς τὸν παλαιὸν ἄνθρωπον ἀποδυσάμενος τὸν ἐκ χάριτος ἐπενδύσηται, τότε καὶ τὴν ἑαυτοῦ κατάστασιν ὄψεται κατὰ τὸν καιρὸν τῆς προσευχῆς σαπφείρῳ ἢ οὐρανίῳ χρώματι παρεμφερῆ, ἥντινα καὶ τόπον θεοῦ ἡ γραφὴ ὀνομάζει ὑπὸ τῶν πρεσβυτέρων ὀφθέντα ἐπὶ τοῦ ὄρους Σινᾶ. |
(40.) Οὐκ ἂν ἴδοι ὁ νοῦς τὸν τοῦ θεοῦ τόπον ἐν ἑαυτῷ, μὴ πάντων τῶν ἐν τοῖς πράγμασιν <νοημάτων> ὑψηλότερος γεγονώς· οὐ γενήσεται δὲ ὑψηλότερος, μὴ τὰ πάθη ἀπεκδυσάμενος τὰ συνδεσμοῦντα αὐτὸν διὰ τῶν νοημάτων τοῖς πράγμασι τοῖς αἰσθητοῖς. Καὶ τὰ μὲν πάθη ἀπο- θήσεται διὰ τῶν ἀρετῶν, τοὺς δὲ ψιλοὺς λογισμοὺς διὰ τῆς πνευματικῆς θεωρίας, καὶ ταύτην πάλιν ἐπιφανέντος αὐτῷ τοῦ φωτὸς ἐκείνου τοῦ κατὰ τὸν καιρὸν τῆς προσ- ευχῆς ἐκτυποῦντος τὸν τόπον τὸν τοῦ θεοῦ. |
(41.) Τῶν νοημάτων τὰ μὲν τυποῖ τὸ ἡγεμονικὸν ἡμῶν καὶ σχηματίζει, τὰ δὲ γνῶσιν παρέχει μόνον μὴ τυποῦντα τὸν νοῦν μηδὲ σχηματίζοντα· τὸ γὰρ «ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν» ἐναποτίθεται μέν τι νόημα τῇ καρδίᾳ, οὐ μὴν σχηματίζει αὐτὴν οὐδὲ τυποῖ· καὶ τὸ μὲν «λαβὼν ἄρτον» σχηματίζει τὸν νοῦν, τὸ δὲ «ἔκλασε» πάλιν τυποῖ τὸν νοῦν· τὸ δὲ «εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου» τυποῖ τὸν νοῦν χωρὶς τοῦ «εἶδον τὸν κύριον»· καὶ τὸ μὲν ῥητὸν δοκεῖ τυποῦν τὸν νοῦν, τὸ δὲ σημαινόμενον οὐ τυποῖ· ἑώρακε γὰρ προφητικῷ ὀφθαλμῷ τὴν φύσιν τὴν λογικὴν ὑψωθεῖσαν διὰ πρακτικῆς καὶ δεξαμένην ἐν ἑαυτῇ τὴν γνῶσιν τὴν τοῦ θεοῦ· ἐκεῖ γὰρ λέγεται καθέζεσθαι ὁ θεὸς ἔνθα γινώσκεται· διὸ καὶ θρόνος λέγεται θεοῦ νοῦς καθαρός· λέγεται καὶ «θρόνος ἀτιμίας γυνή», ἀντὶ τοῦ ψυχή, «μισοῦσα δίκαια»· ἀτιμία δὲ ψυχῆς κακία καὶ ἀγνωσία. Τὸ τοίνυν νόημα τοῦ θεοῦ οὐκ ἐν τοῖς νοήμασιν εὑρεθήσεται τοῖς τυποῦσι τὸν νοῦν, ἀλλ’ ἐν νοήμασι τοῖς μὴ τυποῦσι· διόπερ τὸν προσευχόμενον δεῖ παντάπασι χωρίζεσθαι τῶν νοημάτων τῶν τυπούντων τὸν νοῦν. Καὶ ζητήσεις εἴπερ ὡς ἔχει ἐπὶ τῶν σωμάτων καὶ τῶν λόγων αὐτῶν, οὕτως ἔχει καὶ ἐπὶ τῶν ἀσωμάτων καὶ τῶν λόγων αὐτῶν· καὶ ἄλλως μὲν τυπωθήσεται ὁ νοῦς ὁρῶν νοῦν, καὶ ἄλλως διατεθήσεται ὁρῶν τὸν λόγον αὐτοῦ· ἐντεῦθεν δὲ γινώσκομεν πῶς ἡ γνῶσις ἡ πνευματικὴ ἀφίστησι τὸν νοῦν τῶν νοημάτων τῶν τυπούντων αὐτόν, ἀτύπωτον δὲ αὐτὸν παρίστησι τῷ θεῷ, διότι τὸ τοῦ θεοῦ νόημα οὐκ ἐν τοῖς τυποῦσι τὸν νοῦν νοήμασίν ἐστιν—οὐ γάρ ἐστι σῶμα ὁ θεός—, ἀλλ’ ἐν τοῖς μὴ τυποῦσι. Πάλιν τῶν θεωρημάτων τῶν μὴ τυπούντων τὸν νοῦν, τὰ μὲν οὐσίαν σημαίνει ἀσωμάτων, τὰ δὲ τοὺς λόγους αὐτῶν· καὶ οὐχ ὡς ἐπὶ τῶν σωμάτων συμβαίνει, οὕτω καὶ ἐπὶ τῶν ἀσωμάτων· ἐπὶ μὲν γὰρ τῶν σωμάτων, τὰ μὲν ἐτύπου τὸν νοῦν, τὰ δὲ οὐκ ἐτύπου· ἐνταῦθα δὲ οὐδέ- τερον νόημα τὸν νοῦν τυποῖ. |
(42.) Οἱ μὲν δαιμονιώδεις λογισμοὶ τὸν εὐώνυμον ὀφθαλμὸν τῆς ψυχῆς ἐκτυφλοῦσι τὸν ἐπιβάλλοντα τῇ θεωρίᾳ τῶν γεγονότων· τὰ δὲ νοήματα τυποῦντα τὸ ἡγεμονικὸν ἡμῶν καὶ σχηματίζοντα τὸν δεξιὸν ὀφθαλμὸν ἐκθολοῖ τὸν θεωροῦντα κατὰ τὸν καιρὸν τῆς προσευχῆς τὸ μακάριον φῶς τῆς ἁγίας τριάδος, δι’ οὗ ὀφθαλμοῦ καὶ τὸν νυμφίον αὐτὸν ἐκαρδίωσεν ἡ νύμφη ἐν τοῖς ᾌσμασι τῶν ᾀσμάτων. |
(43.) Ἐπιθυμῶν καθαρᾶς προσευχῆς διατήρησον θυμὸν καὶ ἀγαπῶν σωφροσύνην κράτησον γαστρός· μὴ δῷς ἄρτον σῇ κοιλίᾳ εἰς κόρον καὶ ἐν ὕδατι ἔκθλιβε αὐτήν· ἀγρύπνει ἐν προσευχῇ καὶ μνησικακίαν μακρὰν ποίησον ἀπὸ σοῦ· λόγοι πνεύματος ἁγίου μὴ ἐκλειπέτωσάν σε καὶ θύραν γραφῆς κροῦε χερσὶν ἀρετῶν· τότε ἀνατελεῖ σοι καρδίας ἀπάθεια καὶ νοῦν ἀστεροειδῆ ὄψει ἐν προσευχῇ. |
(App,1.) Τῶν ἀντικειμένων δαιμόνων τῇ πρακτικῇ τρεῖς εἰσι πρωτοστάται, οἷς ἕπεται πᾶσα ἡ παρεμβολὴ τῶν ἀλλοφύλων, οἵτινες πρῶτοι κατὰ τὸν πόλεμον ἵστανται καὶ τὰς ψυχὰς διὰ τῶν ἀκαθάρτων λογισμῶν ἐκκαλοῦνται πρὸς τὴν κακίαν, οἱ τὰς τῆς γαστριμαργίας ὀρέξεις πεπιστευμένοι καὶ οἱ τὴν φιλαργυρίαν ἡμῖν ὑποβάλλοντες καὶ οἱ πρὸς τὴν τῶν ἀνθρώπων δόξαν ἡμᾶς ἐκκαλούμενοι. |
(App,2.) Τῶν ἀντικειμένων δαιμόνων τῇ πρακτικῇ οἱ μὲν τὰς τῆς γαστρὸς ὀρέξεις πεπιστευμένοι καὶ οἱ τὴν φιλαργυρίαν ἡμῖν ὑποβάλλοντες καὶ οἱ πρὸς τὴν τῶν ἀνθρώπων δόξαν ἡμᾶς ἐκκαλούμενοι πρῶτοι κατὰ τὸν πόλεμον ἵστανται καὶ διὰ τῶν ἀκαθάρτων λογισμῶν τὰς ψυχὰς τῶν ἀνθρώπων ἐκκαλοῦνται πρὸς τὴν κακίαν. |
(App,3.) Οἱ δαίμονες ταῖς πονηραῖς πράξεσιν ὁπλίζονται· ὁπλισθέντες δὲ χαλεπῶς τοῖς ὁπλίζουσι κέχρηνται. |
|
|
This Webpage was created for a workshop held at Saint Andrew's Abbey, Valyermo, California in 2001