|
The
Fall of the Rebel Angels, |
|
|
|
|
|
|
JUDE |
|
|
|
|
|
|
|
JUDE, a servant of Jesus Christ and brother of James, To those who are called, beloved in God the Father and kept for Jesus Christ: |
Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν θεῷ πατρὶ ἠγαπημένοις καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς· |
2 May mercy, peace, and love be multiplied to you. |
2 ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη. |
3 Beloved, being very eager to write to you of our common salvation, I found it necessary to write appealing to you to contend for the faith which was once for all delivered to the saints. |
3 Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς ἡμῶν σωτηρίας ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει. |
4 For admission has been secretly gained by some who long ago were designated for this condemnation, ungodly persons who pervert the grace of our God into licentiousness and deny our only Master and Lord, Jesus Christ. |
4 παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα, ἀσεβεῖς, τὴν τοῦ θεοῦ ἡμῶν χάριτα μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον δεσπότην καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι. |
5 Now I desire to remind you, though you were once for all fully informed, that he who saved a people out of the land of Egypt, afterward destroyed those who did not believe. |
5 Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας [ὑμᾶς] πάντα ὅτι [ὁ] κύριος ἅπαξ λαὸν ἐκ γῆς Αἰγύπτου σώσας τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν, |
6 And the angels that did not keep their own position but left their proper dwelling have been kept by him in eternal chains in the nether gloom until the judgment of the great day; |
6 ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν, |
7 just as Sodom and Gomorrah and the surrounding cities, which likewise acted immorally and indulged in unnatural lust, serve as an example by undergoing a punishment of eternal fire. |
7 ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περὶ αὐτὰς πόλεις τὸν ὅμοιον τρόπον τούτοις ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα πυρὸς αἰωνίου δίκην ὑπέχουσαι. |
8 Yet in like manner these men in their dreamings defile the flesh, reject authority, and revile the glorious ones. |
8 Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσιν κυριότητα δὲ ἀθετοῦσιν δόξας δὲ βλασφημοῦσιν. |
9 But when the archangel Michael, contending with the devil, disputed about the body of Moses, he did not presume to pronounce a reviling judgment upon him, but said, “The Lord rebuke you.” |
9 Ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος, οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖν βλασφημίας ἀλλὰ εἶπεν· ἐπιτιμήσαι σοι κύριος. |
10 But these men revile whatever they do not understand, and by those things that they know by instinct as irrational animals do, they are destroyed. |
10 Οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημοῦσιν, ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται, ἐν τούτοις φθείρονται. |
11 Woe to them! For they walk in the way of Cain, and abandon themselves for the sake of gain to Balaam's error, and perish in Korah's rebellion. |
11 οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν καὶ τῇ ἀντιλογίᾳ τοῦ Κόρε ἀπώλοντο. |
12 These are blemishes on your love feasts, as they boldly carouse together, looking after themselves; waterless clouds, carried along by winds; fruitless trees in late autumn, twice dead, uprooted; |
12 Οὗτοί εἰσιν οἱ ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες συνευωχούμενοι ἀφόβως, ἑαυτοὺς ποιμαίνοντες, νεφέλαι ἄνυδροι ὑπὸ ἀνέμων παραφερόμεναι, δένδρα φθινοπωρινὰ ἄκαρπα δὶς ἀποθανόντα ἐκριζωθέντα, |
13 wild waves of the sea, casting up the foam of their own shame; wandering stars for whom the nether gloom of darkness has been reserved for ever. |
13 κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας, ἀστέρες πλανῆται οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται. |
14 It was of these also that Enoch in the seventh generation from Adam prophesied, saying, “Behold, the Lord came with his holy myriads, |
14 Προεφήτευσεν δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἑνὼχ λέγων· ἰδοὺ ἦλθεν κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ |
15 to execute judgment on all, and to convict all the ungodly of all their deeds of ungodliness which they have committed in such an ungodly way, and of all the harsh things which ungodly sinners have spoken against him.” [see Enoch 1:9] |
15 ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαι πᾶσαν ψυχὴν περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ᾽ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς. |
16 These are grumblers, malcontents, following their own passions, loud-mouthed boasters, flattering people to gain advantage. |
16 Οὗτοί εἰσιν γογγυσταὶ μεμψίμοιροι κατὰ τὰς ἐπιθυμίας ἑαυτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν. |
17 But you must remember, beloved, the predictions of the apostles of our Lord Jesus Christ; |
17 ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ |
18 they said to you, “In the last time there will be scoffers, following their own ungodly passions.” |
18 ὅτι ἔλεγον ὑμῖν· [ὅτι] ἐπ᾽ ἐσχάτου [τοῦ] χρόνου ἔσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν. |
19 It is these who set up divisions, worldly people, devoid of the Spirit. |
19 Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, πνεῦμα μὴ ἔχοντες. |
20 But you, beloved, build yourselves up on your most holy faith; pray in the Holy Spirit; |
20 ὑμεῖς δέ, ἀγαπητοί, ἐποικοδομοῦντες ἑαυτοὺς τῇ ἁγιωτάτῃ ὑμῶν πίστει, ἐν πνεύματι ἁγίῳ προσευχόμενοι, |
21 keep yourselves in the love of God; wait for the mercy of our Lord Jesus Christ unto eternal life. |
21 ἑαυτοὺς ἐν ἀγάπῃ θεοῦ τηρήσατε προσδεχόμενοι τὸ ἔλεος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον. |
22 And convince some, who doubt; |
22 Καὶ οὓς μὲν ἐλεᾶτε διακρινομένους, |
23 save some, by snatching them out of the fire; on some have mercy with fear, hating even the garment spotted by the flesh. |
23 οὓς δὲ σῴζετε ἐκ πυρὸς ἁρπάζοντες, οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα. |
24 Now to him who is able to keep you from falling and to present you without blemish before the presence of his glory with rejoicing, |
24 Τῷ δὲ δυναμένῳ φυλάξαι ὑμᾶς ἀπταίστους καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει, |
25 to the only God, our Savior through Jesus Christ our Lord, be glory, majesty, dominion, and authority, before all time and now and for ever. Amen. |
25 μόνῳ θεῷ σωτῆρι ἡμῶν διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν δόξα μεγαλωσύνη κράτος καὶ ἐξουσία πρὸ παντὸς τοῦ αἰῶνος καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας, ἀμήν. |
|
|
|
|
|
|
1 TIMOTHY |
|
|
|
|
|
|
|
11 PAUL, an apostle of Christ Jesus by command of God our Savior and of Christ Jesus our hope, 2 To Timothy, my true child in the faith: Grace, mercy, and peace from God the Father and Christ Jesus our Lord. 3 As I urged you when I was going to Macedonia, remain at Ephesus that you may charge certain persons not to |
1 Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ κατ΄ ἐπιταγὴν θεοῦ σωτῆρος ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τῆς ἐλπίδος ἡμῶν 2 Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει· χάρις͵ ἔλεος͵ εἰρήνη ἀπὸ θεοῦ πατρ |
This Webpage was created for a workshop held at Saint Andrew's Abbey, Valyermo, California in 2000